[English] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Church calendar
Icons
Byzantine music
Contact details

Γεώργιος Α´

Ἦν οὗτος ἀνὴρ εὐλαβής, σύγκελλος τοῦ Πατριαρχείου καὶ σκευοφύλαξ τῆς Ἁγίας Σοφίας,

ῃνομεὺς ἀγαθὸς καὶ Θεοῦ νόμων, φύλαξ,

διοικήσας τὴν Ἐκκλησίαν, κατὰ μὲν τὸν πατριαρχικὸν κατάλογον τοῦ πατριάρχου Νικηφόρου ἔτη δύο καὶ μῆνας τρεῖς· κατὰ τὸν τοῦ Καλλίστου ἔτη ἓξ καὶ μῆνας τρεῖς· κατὰ τὸν παρὰ Λεουγκλαβίῳ, ἔνθα σύγχυσίς τις φαίνεται παρεισφρήσασα, ἔτη τρία καὶ μῆνας τρεῖς· κατὰ δὲ τὸν Θεοφάνην ἓξ ἔτη.

Καὶ ἑτέρωθεν ὅμως γνωστόν ἐστιν ὅτι «πατριαρχοῦντος ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ Συνόδῳ Κωνσταντινουπόλεως Γεωργίου, ἔτος ἄγοντος τῆς πατριαρχείας τρίτον καὶ μετὰ τὴν σύνοδον πατριαρχήσαντος ἄλλα ἔτη τρία συνάγεται ὅτι ἡ πατριαρχεία αὐτοῦ παρετάθη μέχρι τοῦ 683, ὅτε ἐξεβλήθη, καθὼς γράφει ὁ κατάλογος τοῦ Νικηφόρου Καλλίστου.

Ἐπὶ τοῦ πατριάρχου Γεωργίου Α´ συνεκροτήθη τῷ 681 ἐν Κωνσταντινουπόλει ἡ ἁγία ΣΤ´ οἰκουμενικὴ Σύνοδος τῶν ἑκατὸν ἑβδομήκοντα θεοφόρων πατέρων, κατὰ τοὺς ἑρμηνευτάς, ἡ κατὰ Θεοφάνη διακοσίων ὀγδοήκοντα ἐννέα. Ἡ σύνοδος αὕτη, ἀναθεματίσασα τοὺς μονοθελήτας αἱρετικοὺς Ὁνώριον Ῥώμης, Σέργιον, Πύῤῥον, Παῦλον καὶ Πέτρον τοὺς τῆς Κωνσταντινουπόλεως, Μακάριον Ἀντιοχείας καὶ τοὺς ὀπαδοὺς αὐτῶν, ἐδογμάτισε δύο θελήματα φυσικὰ καὶ δύο ἐνεργείας ἐν Χριστῷ Ἰησοῦ μετὰ τὴν σάρκωσιν, κηρύξασα τὸν Κύριον ἡμῶν «οὐκ ἐν διαιρέσει προσώπων, ἀλλ᾽ ὅτι οὐδεμία φύσις τῶν δύο φύσεων τοῦ Χριστοῦ ἀθέλητος ἦν ἢ ἀνενέργητος· ἵνα μὴ τῶν ἰδιωμάτων τούτων ἑκατέρας τῆς φύσεως ἀναιρουμένων, τῆς ἐνεργείας, λέγω, καὶ τῆς θελήσεως, καὶ αἱ φύσεις, ὧν εἰσιν ἰδιώματα, συναναιρεῖσθαι δοκῶσιν».

Τοῦ πατριάρχου Γεωργίου Α´, οὗ τὴν μνήμην ἡ ἀνατολικὴ ὀρθόδοξος Ἐκκλησία γεραίρει τῇ 18ῃ Αὐγούστου, ἐκβληθέντος ἀπὸ τῆς πατριαρχείας ἤ ἀποθανόντος, ἔλαβε τὸν πατριαρχικὸν θρόνον ὁ Θεόδωρος Α´ ( β´ πατριαρχεία).

Μανουήλ Ι. Γεδεών
«Πατριαρχικοὶ πίνακες»

 

Ἐπιστροφή
Ἐπιστροφή