24η Σεπτεμβρίου 2017

Κυριακή: Α΄ ΛΟΥΚΑ. Τῆς Ἁγίας Μεγαλομάρτυρος καί Ἰσαποστόλου Θέκλης. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς «Μυρτιδιωτίσσης»99. Τοῦ ὁσίου Σιλουανοῦ τοῦ Ἀθωνίτου. Τοῦ Ἁγίου Μάρτυρος Στεφάνου. Τῆς Ὑπεραγίας Θεοτόκου τῆς Παληανῆς.
 

 

Ἦχος βαρύς, Ἑωθινόν Ε΄ .

 

Τῷ Σαββάτῳ ἑσπέρας: Θ΄ ΩΡΑ

Ἀπολυτίκιον: «Ἡ πρῴην οὐ τίκτουσα...».

Κοντάκιον: «Εὐφραίνεται λαμπρῶς...».

Ἀπόλυσις: Μικρά.

ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός – Ψαλτήριον.

Εἰς τό· «Κύριε, ἐκέκραξα...» ἱστῶμεν Στίχους ι΄.

Ἑσπέρια: 1.– Τά 3 Στιχηρά Ἀναστάσιμα··«Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ... – Σταυρόν ὑπέμεινας, Σωτήρ... – Ἀπόστολοι ἰδόντες...». 2.– Τό 1 Στιχηρόν Ἀνατολικόν··«Κἄν συνελήφθης...». 3.– Τά 3 Στιχηρά Προσόμοια τῆς Θεοτόκου.

· Ἦχος α΄. Ὤ τοῦ παραδόξου.

 Ὤ τοῦ παραδόξου θαύματος, τοῦ φανέντος ἡμῖν, ἐν τῇ μνήμῃ σήμερον, τῆς μόνης τόν ποιητήν ἡμῶν, καί Κύριον, τεκούσης ἄνευ σπορᾶς, ἀνερμηνεύτως ἀῤῥήτως ὡς ἄνθρωπον, καί πόθῳ τούς εὐσεβεῖς, πρός εὐφροσύνην καί ἦχον ἑόρτιον, καί πρός εὐωχίαν θείαν, προσκαλοῦντος ἅπαντας, τῇ Παρθένῳ κραυγάζειν, χαῖρε πάντων ἡ ἀντίληψις.

 Βαβαί τῶν σῶν θαυμασίων ἁγνή! ὅτι ἀνεδείχθη, πηγή θαυματόβρυτος, ὁ πάνσεπτος καί τερπνός, καί θεῖος οἶκός σου. Συνδράμωμεν οὖν πιστοί, καί χαρμοσύνως οἱ πάντες ὀψόμεθα, τό μέγα καί θαυμαστόν, καί ὑπερένδοξον ἔργον γεραίροντες, τῆς πανυπεράγνου Κόρης, τό λαμπρόν τεράστιον, ἥν πιστῶς προσκυνοῦμεν· τόν παράλυτον γάρ ἤγειρε.

 Τήν σήν ὑμνοῦσι μετάστασιν, Θεομῆτορ κόρη, ἀσωμάτων τάξεις τε, τήν δόξαν σου καί λαμπρότητα,

νῦν γεραίρουσαι. Συμφώνως οὖν καί ἡμεῖς, πάντων τά στίφη πιστῶς συγκροτοῦμέν σοι, ἐν φόβῳ τε

καί χαρᾷ, τήν θαυματόβρυτον ταύτην πανήγυριν, τῆς σῆς πανενδόξου μνήμης, τεσσαρακονθήμερον,

καί πιστῶς προσκυνοῦμεν, τήν πανσέβαστον εἰκόνα σου.

καί 4.– Τά 3 Στιχηρά Προσόμοια τῆς Ἁγίας· «Κύριε, εἰ καί ἐν θυρίδι... – Κύριε, εἰ καί δεσμευθέντι...– Κύριε, εἰ καί διδασκάλου...».

Δόξα: Τό Ἰδιόμελον Τό Ἰδιόμελον τῆς Θεοτόκου.

Ἦχος πλ. δ΄.

 Τίς μή θαυμάσει, τίς μή δοξάσει, Θεοτόκε Ἀειπάρθενε, τά πολλά καί ὑπέρ φύσιν μεγαλεῖά σου; Οὐ μόνον γάρ παράλυτον, προσελθόντα σοι πιστῶς, θαυμασίως ἰάτρευσας, ἀλλά καί πάντοτε, τοῖς αἰτοῦσί σε πόθῳ, τά αἰτήματα παρέχεις. Διό ἄχραντε Θεόνυμφε, εὐχαρίστως πόθῳ δεόμεθα· τήν σήν βοήθειαν ἡμῖν δώρησαι, καί σῶσον τάς ψυχάς ἡμῶν.

Καί νῦν: Τό α΄ Θεοτοκίον τοῦ ἤχου· «Μήτηρ μέν ἐγνώσθης...».

Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα τῆς Θεοτόκου, ζήτει ταῦτα τῇ 8ῃ Σεπτεμβρίου.

Ἀπόστιχα: Τό Ἀναστάσιμον Στιχηρόν··«Ἀνέστης ἐκ τοῦ τάφου...» καί τά κατ’ Ἀλφάβητον τοῦ ἤχου··«Τόν ἀναστάντα ἐκ νεκρῶν... – Ὑπό τόν ᾅδην κατελθών... – Φοβερός ὤφθης, Κύριε...».

Δόξα: Τό Ἰδιόμελον τῆς Ἁγίας· «Λεόντων ὁρμάς κατεπάτησας...».

Καί νῦν: Τό ἕτερον Ἰδιόμελον τῆς Θεοτόκου.

Ἦχος πλ. α΄.

Ὤ τῶν πολλῶν σου θαυμάτων ἁγνή! Πῶς ταύτῃ τῇ τῶν Κυθηραίων Νήσῳ, δέδωκας εἰς ἐπίσκεψιν τήν θείαν σου εἰκόνα. Πηγή γάρ θαυμάτων τοῖς προσ­τρέχουσιν ὑπάρχει, δι’ ἧς ἡμῖν τάς ἐνεργείας σου φανεροῖς. Καί γάρ τόν προσ­ιόντα σοι, εὐθέως ἐθεράπευσας καί τήν τῶν ἄρθρων ῥῶσιν δέδωκας αὐτῷ. Ἀλλ’ ἡ πάντα τά πρός βοήθειαν ἡμῖν ἀπονέμουσα, οὐ μόνον αὐτόν ὑγιῆ ἐποίησας, ἀλλά καί πάντας τούς πίστει σοι προστρέχοντας, χαρίσμασιν ἰάσεων πλουτίζεις. Διό καί ἡμῶν αἱ καρδίαι, πρός πόθον σου ἀναφλέγονται. Καί μετά πίστεως τῷ σῷ ναῷ συναθροισθέντες, δοξάζομεν τά μεγαλεῖα σου, δι’ ὧν ἐλέησον ἡμᾶς.

Τρισάγιον.

Ἀπολυτίκια: 1.– Τό Ἀναστάσιμον··«Κατέλυσας τῷ Σταυρῷ σου...». 2.– Δόξα, τῆς Ἁγίας.  

Ἀπολυτίκιον τῆς Ἁγίας Θέκλης.

 (Συντεθέν ὑπό τοῦ ἀοιδίμου Πατριάρχου Κυρίλλου Ϛ΄).

Ἦχος γ΄. Θείας πίστεως.

Θείου κήρυκος διδασκαλίας, πόθῳ κτίστου σου ἀναφλεχθεῖσα, τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγησας· καί σεαυτήν ἱερόν καλλιέργημα, τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε, Παύλου τοῦ θείου συνέκδημε, τόν σόν Νυμφίον Χριστόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

καί 3.– Καί νῦν, τῆς Θεοτόκου.

Ἀπολυτίκιον τῆς Θεοτόκου.

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Λαοί νῦν κροτήσωμεν δεῦτε τάς χεῖρας πιστῶς, καί ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία, πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ· χαῖρε ἡ τῷ παραλύτῳ, τήν ἴασιν βραβεύσασα.

Ἀπόλυσις: «Ὁ ἀναστάς ἐκ νεκρῶν...».

 

Τῇ Κυριακῇ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ

Μετά τόν Ν΄ Ψαλμόν, ὁ Τριαδικός Κανών··«Ἄνοιξόν μου τό στό­μα...», τά διά τήν Λιτήν Στιχηρά Ἰδιόμελα τῆς Θεοτόκου· «Μέγα καί παράδοξον θαῦμα...» κτλ. μετά τοῦ Δόξα, Καί νῦν αὐτῶν100, τά Τριαδικά· «Ἄξιόν ἐστιν...». Τρισάγιον καί τό  Ἀπολυτίκιον τῆς Θεοτόκου· «Λαοί νῦν κροτήσωμεν...».

ΟΡΘΡΟΣ

Ἑξάψαλμος.

Εἰς τό· «Θεός Κύριος...».

Ἀπολυτίκια: Τά τοῦ Ἑσπερινοῦ.

Καθίσματα: Τά Ἀναστάσιμα τῆς α΄ καί β΄ Στιχολογίας καί εἰς τό Καί νῦν, ἀντί τῶν Θεοτοκίων αὐτῶν, ἀνά ἕν τῆς Θεοτόκου.

Τῆς α΄  Στιχολογίας.Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

 Δεῦτε πάντες οἱ πιστοί, δεῦτε θεάσασθε θερμῶς θαῦμα παράδοξον καί γάρ, σήμερον ἔλαμψεν ἡμῖν, ἐν τῇ πανσέπτῳ καί τεσσαρακονθημέρῳ ἡμέρᾳ τῆς ἁγνῆς θείας κοιμήσεως, ἐν ᾗ λαμπρῶς τελοῦμεν τήν πανήγυριν, πᾶς ὁ λαός καί παῖδες τῶν Κυθηραίων· καί γάρ Παράλυτον ἤγειρεν ἡ Θεοτόκος, ἐν τῷ ἁγίῳ τῶν Μυρτιδίων Ναῷ αὐτῆς.

Τῆς β΄  Στιχολογίας.Ἦχος πλ. δ΄. Τό προσταχθέν.

Τῶν Ὀρθοδόξων ὁ πιστός σύλλογος θεῖος ἐν τῷ πανσέπτῳ σου Ναῷ, Κόρη πανάχραντε, μετά πόθου προθύμως νῦν προσπελάζων, Παρθένε Μήτηρ Κυρίου κράζει θερμῶς. Ἐν ὥρᾳ τῆς καταδίκης τε καί ὀργῆς, τῆς μελλούσης Κολάσεως, λύτρωσαι πάντας τούς πιστούς, καί σωτηρίαν δώρησαι τοῖς πιστῶς προσκυνοῦσί σε.

    Τά Εὐλογητάρια, ἡ Ὑπακοή, οἱ Ἀναβαθμοί καί τό Προκείμενον τοῦ ἤχου.

Κανόνες: 1.– Ὁ Ἀναστάσιμος··«Νεύσει σου πρός γεώδη...», μετά τῶν Εἱρμῶν αὐτοῦ. 2.– Ὁ α΄ τῆς Θεοτόκου· «Ὑμνήσωμεν ἅπαντες πίστει...»101 ἄνευ τῶν Εἱρμῶν μετά στίχου· «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς» καί 3.– Τῆς Ἁγίας· «Ἦχος γλώττης οὐ σθένει...» μετά στίχου· «Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ  ἡμῶν» καί εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, ἅπαντες εἰς 4.

Ἀπό γ΄ ᾨδῆς··

Τό Κοντάκιον καί ὁ Οἶκος τῆς Θεοτόκου (χῦμα).

Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

 Τῇ Θεοτόκῳ, οἱ πιστοί νῦν προσπελάσωμεν, ὡς χορηγούσῃ τοῖς πιστοῖς πᾶσιν ἰάματα, ἀναμέλποντες ἐφύμνια μετά πόθου· ἀλλ’ ὡς ἤγειρας παράλυτον, Θεόνυμφε ἀπό πάσης ἡμᾶς ῥῦσαι περιστάσεως, τούς σοί κράζοντας, χαῖρε δόξα παγκόσμιος.

Ὁ Οἶκος.

 Ἄγγελοι ἀοράτως, καί βροτῶν πᾶσα φύσις, συμφώνως ἀνυμνήσωμεν πάντες, τήν πανθαύμαστον Θεοτόκον ἁγνήν· πολλῶν γάρ θαυμάτων αὐτουργός πέφηνε, καί ταύτην χαρμοσύνως εὐφημήσωμεν, πιστῶς βοῶντες.

Χαῖρε Παρθένε Μῆτερ Κυρίου.

Χαῖρε ἀρχή Μυστηρίου θείου.

Χαῖρε ἀνομβρίας αὐχμόν καταπαύουσα.

Χαῖρε ἐναντίους ἐχθρούς καταθραύουσα.

Χαῖρε ὅτι τόν παράλυτον καθυγείωσας λαμπρῶς.

Χαῖρε ὅτι τῶν προσφύγων σου προστατεύεις ἐναργῶς.

Χαῖρε ὅτι τῶν Κυθηραίων πέλεις καύχημα πάντων.

Χαῖρε παντός τοῦ κόσμου ὑπερμέγιστον θάμβος.

Χαῖρε δι’ ἧς ἡ χαρά ἐπέλαμψε.

Χαῖρε δι’ ἧς ἡ λύπη κατέπαυσε.

Χαῖρε ἁγνή ἀσθενῶν ἰατρεία.

Χαῖρε πάντων τῶν πιστῶν σωτηρία.

Χαῖρε δόξα παγκόσμιος.

καί τά·

Μεσῴδια Καθίσματα: 1.– Τῆς Ἁγίας· «Εἰς ἀνδρείαν τό θῆλυ...» καί 2.– Δόξα, Καί νῦν, τῆς Θεοτόκου.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

 Κατεπλάγη εὐλαβῶς, τῶν Κυθηραίων ὁ λαός καί ἐλάμβανεν εἰς νοῦν, τῶν ἀκενώτων δωρεῶν, πηγήν σε εἶναι, Θεόνυμφε καί Παρθένε, ἄνανδρον, Παρθένον καί πανέντιμον, πύλην κεκλεισμένην Θεοῦ ἡμῶν καί ἱερόν παλάτιον τοῦ Λόγου καί πλάστου Πατρός τοῦ ὑψίστου, τοῦ γεννηθέντος σπέρματος δίχα, ἐκ τῆς νηδύος σοῦ τῆς θεόπαιδος.

Κοντάκιον – Οἶκος: Τά Ἀναστάσιμα.

Συναξάριον: Τῆς Θεοτόκου.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, ποιοῦμεν ἐνθύμησιν τοῦ θαύματος τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῶν Μυρτιδίων ἐν τῇ νήσῳ Κυθήρων, ὅτε τόν παράλυτον ἤγειρε.

Στίχοι: Τέρας νεουργόν εὐλογῶ τῆς Παρθένου.

                        Ἔσφιγξε καί γάρ νῦν μέλη παρειμένα.

                        Εἰκάδι ἀμφί τετάρτῃ ἔῤῥωται παράλυτος.

καί τό τῆς ἡμέρας ἐκ τοῦ Μηναίου.

Καταβασίαι: «Ἀνοίξω τό στόμα μου...».

Εὐαγγέλιον Ὄρθρου: Τό Ε΄ Ἑωθινόν··«Ὁ Πέτρος ἀναστάς ἔδραμεν ἐπί τό μνημεῖον...» κτλ.

Ἡ Τιμιωτέρα.

Εἱρμός θ΄ δῆς: «Ἅπας γηγενής...».

«Ἅγιος Κύριος...».

Ἐξαποστειλάρια: 1.– Τό Ε΄ Ἀναστάσιμον··«Ἡ ζωή καί ὁδός Χριστός...». 2.– Τῆς Ἁγίας· «Ῥωσθεῖσα καλλιπάρθενε...» καί  3.– Τῆς Θεοτόκου.

Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

 Νῦν τῷ τεμένει δράμωμεν, Μυρτιδίων τῷ θείῳ, ὅπως ψυχῆς καί σώματος, λάβωμεν τάς ἰάσεις, παρά Μαρίας Παρθένου καί Θεοῦ ἡμῶν Λόγου, τοῦ γεννηθέντος ἐξ αὐτῆς, ὑπέρ νοῦν τε καί λόγον, ἵνα ἡμᾶς ἐκ χειρός ἁρπάσῃ τοῦ διαβόλου καί πρός ζωήν αἰώνιον, καί τρυφήν ἐπανάγῃ.

Εἰς τούς Αἴνους ἱστῶμεν Στίχους η΄.

Αἶνοι: 1.– Τά 4 Στιχηρά Ἀναστάσιμα··«Ἀνέστη Χριστός ἐκ νεκρῶν... – Ἀνάστασιν Χριστοῦ θεασάμενοι... – Χριστοῦ τήν ἀνάστασιν... – Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...» καί 2.– Τά 3 Στιχηρά Προσόμοια τῆς Θεοτόκου· «Θυμιατήριον θεῖον... – Δεῦτε προθύμῳ καρδίᾳ... – Ὡς θαυμαστά τά ἔργα...»102, τό πρῶτον δίς, μετά στίχων εἰς τά δύο τελευταῖα: α΄.– «Ἄκουσον, θύγατερ, καί ἴδε καί κλῖνον τό οὖς σου καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου». β΄.– «Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ».

Δόξα: Τό Ε΄ Ἑωθινόν· «Ὤ τῶν σοφῶν σου κριμάτων...».

Καί νῦν: «Ὑπερευλογημένη...».

Δοξολογία: Μεγάλη.

«Σήμερον σωτηρία...».

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

«Κατέλυσας τῷ Σταυρῷ σου...»

Εἴσοδος.

Εἰσοδικόν: «Δεῦτε προσκυνήσωμεν... ὁ ἀναστάς ἐκ νεκρῶν...».

Μετά τήν Εἴσοδον.

Ἀπολυτίκια: 1.– Τό Ἀναστάσιμον· «Κατέλυσας τῷ Σταυρῷ σου...». 2.– Τῆς Θεοτόκου· «Λαοί, νῦν κροτήσωμεν...». 3.– Τῆς Ἁγίας· «Θείου κήρυκος διδασκαλίας...» καί 4.– Τοῦ Ναοῦ.

Κοντάκιον: «Προστασία...».

Τρισάγιον.

Ἀπόστολος: Τῆς Ἁγίας· «Παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ...» (Β΄ Τιμ. γ΄  10-15), μετά τοῦ οἰκείου Προκειμένου, ζήτει τοῦτον τῇ Κυριακῇ τοῦ Τελώνου καί Φαρισαίου.

Εὐαγγέλιον: Κυριακῆς α΄ ἑβδομάδος Λουκᾶ˙ «Ἑστώς ὁ Ἰησοῦς παρά τήν λίμνην Γεννησαρέτ...» (Λουκ. ε΄  1-11).

Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».

Κοινωνικόν: «Αἰνεῖτε...».

«Εἴδομεν τό φῶς...» κτλ.

Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.

100.                                          Εἰς τήν Λιτήν Στιχηρά Ἰδιόμελα. Ἦχος β΄.

 Μέγα καί παράδοξον θαῦμα τοῖς πᾶσιν ἐπέλαμψε, τῆς Θεοτόκου ὁ Ναός· ἐν τούτῳ γάρ προστρέχοντες ἐν πίστει ἀδιστάκτῳ, τά αἰτήματα λαμβάνομεν πρός τό συμφέρον τῆς αἰτήσεως. Ἡ γάρ χάρις κατῴκησε τῆς Πανάγνου ἐν αὐτῷ· διό πάν­τες προσείπωμεν· Δέσποινα ἁγνή τούς σέ τιμῶντας καί ἑορτάζοντας, περιφρούρει καί σκέπε, ἐκ πάντων κινδύνων, καί σῶσον τάς ψυχάς ἡμῶν.

Ὁ αὐτός.

 Μέγας ἦχος τῶν ἑορταζόντων πέφηνεν, ἡ θαυματούργησις ἁγνή τῆς πανσέπτου καί παντίμου σου Εἰκόνος. Ὅτι τόν παράλυτον ἤγειρε, καί τήν Νῆσον ταύτην περιέπει ἀπό παντοίων κινδύνων. Διό πάντες πιστοί ἐν φωναῖς ἀγαλλιάσεως μεγαλύνομεν τό ὄνομά σου, Δέσποινα, καί δοξολογοῦμέν σε πᾶσαι αἱ γενεαί τῶν πιστῶν.

Δόξα, Καί νῦν, ἦχος πλ. β΄.

 Σήμερον συγκαλεῖται ἡμᾶς τάς ὁμηγύρεις τῶν πιστῶν ἡ πανέορτος καί πανθαύμαστος πανήγυρις, τῆς πανυμνήτου Θεομήτορος. Δεῦτε οὖν φιλέορτοι καί φιλόδουλοι τῆς ἡμῶν Δεσποίνης, ἑορτάσωμεν ψαλμικῶς τήν πάνσεπτον μεγαλουργίαν αὐτῆς, ἐπί τῇ θείᾳ νεύσει τῇ χαριτοβρύτῳ τῆς παντίμου αὐτῆς Εἰκόνος. Ἰδού γάρ οἱ προστρέχοντες πίστει καί πόθῳ πρός αὐτήν, κορέννυνται ἰάματα ψυχῶν τε καί σωμάτων· οὐ μόνον γάρ παράλυτον θαυμασίως συνέσφιξεν, ἀλλά καί πᾶσαν αἴτησιν τοῖς πᾶσι χορηγεῖ· πάντες οὖν ἐκβοήσωμεν.· Φύλαξον ἡμᾶς πανάχραντε Θεοτόκε, ἐκ τῶν ἀθέων βαρβάρων, καί σῶσον τάς ψυχάς ἡμῶν.

101.  Ὅπου δέν ὑπάρχει Φυλλάς τῆς Ἀκολουθίας τῆς Θεοτόκου δύναται ὁ Κανών νά ἀντικατασταθῇ ἤ διά τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος ἤ ἑτέρου τῆς Θεοτόκου κατά βούλησιν ἐκ τῆς Παρακλητικῆς ἤ καί τοῦ Θεοτοκαρίου.

 102. Ὅπου δέν ὑπάρχει Φυλλάς τά εἰς τόν Ἑσπερινόν 3 Στιχηρά Προσόμοια τῆς Θεοτόκου· «Ὤ τοῦ παραδόξου θαύματος...» κτλ.   

 


Ἐπιστροφή