5η Ἰουνίου 2008

5. Πέμπτη: Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου καὶ τῶν Ἁγίων Μαρτύρων Νικάνδρου, Γοργίου καὶ Ἀπόλλωνος καὶ τῶν σὺν αὐτοῖς.

Τῇ Τετάρτῃ ἑσπέρας: Θ' ΩΡΑ

Ἀντ᾽ αὐτῆς ἡ Ἐναρκτήριος Ἀκολουθία τοῦ Πάσχα.

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸ «Εὐλογητός...» εὐθὺς «Δεῦτε προσκυνήσωμεν...», τρίς, καὶ ὁ Προοιμιακός.
Εἰς τὸ «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: Τὰ 5 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς «Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς... - Κύριε, τῇ σῇ Ἀναλήψει... - Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις... - Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδόν σε... - Κύριε, τῆς οἰκονομίας πληρώσας. ..», εἰς 6, τὸ πρῶτον δίς.
Δόξα, Καὶ νῦν: Τὸ Ἰδιόμελον τῆς Ἑορτῆς, «Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς...».
Εἴσοδος: «Φῶς ἱλαρόν...». Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Ἀπόστιχα: Τὰ 3 Στιχηρὰ Ἰδιόμελα «Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας... - Ἀναλαμβανομένου σου, Χριστέ... – Ἀνελήφθης ἐν δόξῃ...», μετὰ τῶν πρὸ αὐτῶν στίχων, εἰς τὰ δύο τελευταία: α´.- «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν». β´.- «Ἀνέβη ὁ Θεός, ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος».
Δόξα,Καὶ νῦν: Τὸ Ἰδιόμελον αὐτῶν «Ἀνέβη ὁ Θεός, ἐν ἀλαλαγμῷ...».
Τρισάγιον.
Ἀπολυτίκιον: «Ἀνελήφθης ἐν δόξῃ...», τρίς.
Ἀπόλυσις: «Ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς οὐρανοὺς καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, Χριστὸς ὁ ἀληθινὸς Θεός... ».

Τῇ Πέμπτῃ πρωΐ: ΜΕΣΟΝΥΚΤΊΚΟΝ

Μετὰ τὸ «Εὐλογητός...» εὐθὺς Τρισάγιον, ὁ Ν´ Ψαλμὸς καὶ τὰ διὰ τὴν Λιτὴν Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς «Ἀνελθὼν εἰς οὐρανούς...», κτλ. μετὰ τοῦ, Δόξα, Καὶ νῦν, αὐτῶν. Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς «Ἀνελήφθης ἐν δόξῃ...».

ΟΡΘΡΟΣ

Ἑξάψαλμος.
Εἰς τὸ «Θεὸς Κύριος...».
Ἀπολυτίκιον: Τῆς Ἑορτῆς, «Ἀνελήφθης ἐν δόξῃ...», τρίς.
Καθίσματα: Τῆς Ἑορτῆς τῆς α´ καὶ β´ Στιχολογίας καὶ τὸ μετὰ τὸν Πολυέλεον, ὡς ἐν τῷ Πεντηκοσταρίῳ, ἅπαντα ἐκ δευτέρου.
Ἀναβαθμοί: Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου, «Ἐκ νεότητός μου...». Προκείμενον: «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος». Στίχος: «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν».
Εὐαγγέλιον Ὄρθρου, Τῆς Ἑορτῆς «Ἀναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου... », τὸ Γ´ Ἑωθινόν.
«Ἀνάστασιν Χριστοῦ θεασάμενοι...».
Ὁ Ν´ Ψαλμός: (Χῦμα). Δόξα «Ταῖς τῶν Ἀποστόλων...». Καὶ νῦν «Ταῖς τῆς Θεοτόκου...» καὶ τὸ Ἰδιόμελον «Σήμερον ἐν οὐρανοῖς...».
Κανόνες: Οἱ δύο τῆς Ἑορτῆς «Ἄσωμεν πάντες λαοί...», μετὰ τῶν Εἱρμῶν αὐτοῦ, εἰς 6 καὶ «Ἀνέστης τριήμερος...», ἄνευ στίχου, καὶ εἰς τὰ δύο τελευταία, Δόξα, Καὶ νῦν.
Ἀπὸ γ´ Ὠδῆς
Μεσῴδιον Κάθισμα: Τῆς Ἑορτῆς «Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν...», ἅπαξ.
Ἀφ᾽ ς´ Ὠδῆς
Κοντάκιον - Οἶκος: Τῆς Ἑορτῆς.
Συναξάριον: Τῆς ἡμέρας καὶ τὸ Ὑπόμνημα τοῦ Πεντηκοσταρίου.
Καταβασίαι: «Θείῳ καλυφθείς...».
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ᾽ αὐτῆς ἡ Θ´ ᾠδὴ ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ἡ α´ μετὰ τῶν Εἱρμῶν, ἄνευ στίχου καὶ ἡ β´ μετὰ τῶν Μεγαλυναρίων «Ἄγγελοι τὴν ἄνοδον...» καὶ εἰς τὰ δύο τελευταῖα, Δόξα, Καὶ νῦν.
Εἱρμὸς Θ´ Ὠδῆς: «Χαίροις ἄνασσα...».
Ἐξαποστειλάριον: Τῆς Ἑορτῆς «Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης...», τρίς.
Αἶνοι: Τὰ 3 Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς «Ἀγγελικῶς οἱ ἐν κόσμῳ... - Οἱ ἀρχηγοὶ τῶν Ἀγγέλων... - Οἱ Γαλιλαίοι ὁρῶντες...», εἰς 4, τὸ πρῶτον δίς.
Δόξα, Καὶ νῦν: Τὸ Ἰδιόμελον αὐτῶν «Ἐτέχθης...».
Δοξολογία: Μεγάλη.
«Ἀνελήφθης ἐν δόξῃ...».

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνα: Τῆς Ἑορτῆς.
Ἀντίφωνον α´. Ἦχος β´,
«Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως».
«Ταῖς πρεσβείαις τῆς Θεοτοκου Σῶτερ Σῶσον ἡμᾶς».
«Ὅτι Κύριος ὕψιστος, φοβερός, Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
«Ταῖς πρεσβείαις τῆς Θεοτοκου Σῶτερ Σῶσον ἡμᾶς».
«Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν».
«Ταῖς πρεσβείαις τῆς Θεοτοκου Σῶτερ Σῶσον ἡμᾶς».
Ἀντίφωνον β´. Ἦχος ὁ αὐτός.
«Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα...».
«Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούια».
«Ὁ Θεὸς ἐν ταῖς ὄρεσιν αὐτῆς γινώσκεται».
«Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούια».
«Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν».
«Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούια».
Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...
».
Ἀντίφωνον γ´. -Ἦχος δ´.
«Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη».
«Ἀνελήφθης ἐν δόξῃ... ».
«Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν».
«Ἀνελήφθης ἐν δόξῃ... ».
«Κλίνω εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου».
«Ἀνελήφθης ἐν δόξῃ... ».
Εἴσοδος.
Εἰσοδικόν, Ἦχος β´: «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούια».
Μετὰ τὴν Εἴσοδον.
Ἀπολυτίκιον: Τῆς Ἑορτῆς, «Ἀνελήφθης ἐν δόξῃ...».
Κοντάκιον: Ὁμοίως, «Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν...».
Τρισάγιον.
Ἀπόστολος: Τῆς Ἑορτῆς, «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην...» (Πράξ. α´ 1-12).
Εὐαγγέλιον: Ὁμοίως, «Ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν...» (Λουκ. κδ´ 36-53), τὸ ΣΤ´ Ἑωθινόν.
Εἰς τὸ Ἐξαιρέτως: «Σὲ τὴν ὑπὲρ νοῦν...».
Κοινωνικόν: «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἀλληλούϊα...».
«Ἀνελήφθης ἐν δόξῃ...», κτλ.
Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.


Ἐπιστροφή