27η Απριλίου 2008

27. ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ: Ἐν ᾗ αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν. Τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.

Πατριαρχικὴ καὶ Συνοδικὴ Θ. Λειτουργία.
Τῷ Μεγάλῳ Σαββάτῳ ἑσπέρας: ΠΑΝΝΥΧΙΣ
Ὁ Ἱερεύς: «Εὐλογητὸς ὁ Θεός...».
Ὁ Πατριάρχης: «Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε...».
Ὁ Ἀναγνώστης: Τρισάγιον. «Κύριε, ἐλέησον» ιβ΄ Δόξα, Καὶ νῦν, «Δεῦτε προσκυνήσωμεν...».
Ο Ν' Ψαλμός: (χῦμα).
Ὁ Κανών: Τοῦ Μ. Σαββάτου «Κύματι θαλάσσης...», μετὰ στίχου· «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», εἰς 6.
Μετὰ τὴν θ΄ ᾠδὴν ὁ Ἱερεὺς λέγει ἐκ τοῦ Ἱεροῦ Βήματος τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον «Ὅτε κατῆλθες...», τὴν Ἐκτενῆ «Ἐλέησον ἡμᾶς ὁ Θεός...» καὶ μετὰ τὴν ἐκφώνησιν «Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος...», τὴν Ἀπόλυσιν «Ὁ ἀναστὰς ἐκ νεκρῶν...».
ΤΕΛΕΤΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
Ὁ Ἱερεύς μὲ πλήρη ἱερατικὴν στολὴν κρατῶν ἐν τῇ δεξιᾷ χειρὶ τὸ Ἱερὸν Εὐαγγέλιον καὶ ἐν τῇ ἀριστερᾷ τοῦ λαμπάδα ἀνημμένην ἐκ τῆς ἐν τῷ Ἱερῷ Βήματι ἀκοιμήτου Κανδήλης, ἀνοιγομένων τῶν Βημοθύρων ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος ψάλλων εἰς ἦχον πλ.α’ τὸ «Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτὸς καὶ δοξάσατε Χριστὸν τὸν Ἀναστάντα ἐκ νεκρῶν», καλεῖ τοὺς πιστοὺς να ἀνάψωσι τὰς πασχαλινὰς λαμπάδας των. Οἱ Χοροὶ ἐναλλὰξ ψάλλουσι τὸ αὐτὸ Τροπάριον μέχρις ὅτου ὅλοι λάβουσι τὸ ἱερὸν φῶς. Ἀκολούθως ψαλλομένου τοῦ Ἀναστασίμου Στιχηροῦ «Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ...» ὁ Ἱερεὺς μεθ' ἁπάσης τῆς πομπῆς φθάνει μέχρι τοῦ διὰ τὴν τελετὴν τῆς Ἀναστάσεως ηὐτρεπισμένου χώρου, ἀποθέτει τὸ Ἱ. Εὐαγγέλιον ἐπὶ τοῦ τρισκελίου, ἀναγινώσκει τὸ Β' Ἑωθινὸν «Διαγενομένου τοῦ Σαββάτου...». Οἱ Χοροὶ «Δόξα σοι, Κύριε, δόξα σοι».

ΟΡΘΡΟΣ

Ὁ Ἱερεὺς ἐκφωνεῖ· «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ...».
Ὁ Χορός «Ἀμήν».
Ὁ Ἱερεὺς ψάλλει εἰς ἦχον πλ. α' τὸ Ἀναστάσιμον Τροπάριον «Χριστὸς ἀνέστη ἐκ νεκρῶν...» τρίς· θυμιῶν κύκλῳ τὸ τρισκέλιον καὶ τὸν λαόν. Εἶτα ἀπαγγέλλει ἐμμελῶς τοὺς 4 στίχους· «Ἀναστήτω ὁ Θεός...» κτλ. καὶ τὸ Δόξα, Καὶ νῦν, τῶν Χορῶν ψαλλόντων ἐναλλὰξ τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν...», μεθ' ὃ ὁ Ἱερεὺς ἐπαναλαμβάνει πάλιν τὸ αὐτὸ Τροπάριον καὶ οἱ Χοροὶ συμπληρώνουσιν αὐτὸ διὰ τοῦ ἀκροτελευτίου αὐτοῦ· «καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος».
Μεγάλη Συναπτή: Ἡ ἐκφώνησις· «Ὅτι πρέπει...». Μετὰ ταῦτα ὁ Ἱερεὺς μεθ' ἁπάσης τῆς πομπῆς εἰσοδεύει εἰς τὸν Ἱ. Ναὸν ψάλλων τὸν Εἱρμὸν τῆς α’ ὠδῆς τοῦ Κανόνος τῆς ἀναστάσεως· «Ἀναστάσεως ἡμέρα...», ἐν συνεχείᾳ οἱ Χοροὶ ἐπαναλαμβάνουσιν τὸν Εἱρμὸν καὶ ψάλλουσιν τὰ τροπάρια ἑκάστης ᾠδῆς ὡς ἑξῆς· Τὸ α’ Τροπάριον μετὰ στίχου· «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε», τὸ αὐτὸ Τροπάριον μετὰ τοῦ αὐτοῦ στίχου, τὸ β' Τροπάριον εἰς τὸ Δόξα, καὶ τὸ τρίτον εἰς τὸ καὶ νῦν, εἶτα ἐπαναλαμβάνεται ὁ Εἱρμὸς τῆς ᾠδῆς, ὡς Καταβασία καὶ τὰ Τροπάρια· «Χριστὸς ἀνέστη…», τρίς, «Ἀναστὰς ὁ Ἰησοῦς...» ἅπαξ καὶ ἡ μικρὰ Συναπτὴ μὲ ἐκφωνήσεις.
Μετὰ τὴν α’ᾠδήν: Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν γ΄ ᾠδήν: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Μετὰ τὴν δ΄ ᾠδήν: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Μετὰ τὴν ε΄ ᾠδήν: ὅτι ἡγίασται καὶ δεδόξασται... Μετὰ τὴν ς΄ ᾠδήν: Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Μετὰ τὴν ζ΄ ᾠδήν: Εἴη τὸ κράτος τῆς Βασιλείας σου... Μετὰ τὴν η΄ ᾠδήν: Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα...
Ἀπὸ γ΄ ᾠδῆς·
Ὑπακοή: «Προλαβοῦσαι τὸν ὄρθρον...»: (χῦμα).
Ἀπὸ ς΄ ᾠδῆς·
Κοντάκιον - Οἶκος: Τοῦ Πάσχα.
Οἶκος: «Τὸν πρὸ ἡλίου Ἥλιον...».
Συναξάριον: Τῆς ἡμέρας (27ῃ Ἀπριλίου) καὶ τὸ Ὑπόμνημα τοῦ Πεντηκοσταρίου. Ἀμέσως τὸ «Ἀνάστασιν Χριστοῦ…», τρίς,
καὶ τὸ «Ἀναστὰς ὁ Ἰησοῦς...», ἐπίσης τρίς.
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ' αὐτῆς ἡ θ' ᾠδὴ τοῦ Κανόνος τοῦ Πάσχα, μετὰ τῶν Μεγαλυναρίων, ὡς ἑξῆς:
1. Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον, ἐκ τάφου.
«Φωτίζου, φωτίζου...».
2. Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην.
«Φωτίζου, φωτίζου...».
3. Χριστός τὸ Καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ, ὁ αἴρων
τὴν ἁμαρτίαν κόσμου.
«Ὢ θείας ὢ φίλης...».
4. Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη καὶ
Ἅδης ἐσκυλεύθη.
«Ὢ θείας! ὢ φίλης!...».
5. Δόξα... Μεγάλυνον, ψυχή μου, τῆς τρισυπόστατου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.
«Ὢ Πάσχα τὸ μέγα...»
6. Και νῦν... Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
«Ὢ Πάσχα τὸ μέγα...»
Καταβασία. Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένη· Ἁγνὴ Παρθένε χαῖρε καὶ πάλιν ἐρῶ χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
«Φωτίζου, φωτίζου...»
Ἐξαποστειλάριον: Τοῦ Πάσχα· «Σαρκὶ ὑπνώσας...», τρίς.
Αἶνοι: 1.-Τὰ 4 Στιχηρὰ Ἀναστάσιμα τοῦ α' ἤχου· «Ὑμνοῦμέν σου, Χριστέ... – Ὁ Σταυρὸν ὑπομείνας... - Ὁ τὸν ἅδην σκυλεύσας...-Τὴν θεοπρεπῆ σου συγκατάβασιν...» καὶ 2.-Τὰ 4 Στιχηρὰ τοῦ Πάσχα· «Πάσχα ἱερόν... - Δεῦτε ἀπὸ θέας γυναῖκες... - Αἱ Μυροφόροι γυναῖκες... - Πάσχα τὸ τερπνόν...», μετὰ τῶν πρὸ αὐτῶν στίχων.
Δόξα, Καί, νῦν: «Ἀναστάσεως ἡμέρα...», μέχρι τοῦ· «Καὶ οὕτω βοήσωμεν», ὁ β' Χορὸς ψάλλει τὸ «Χριστὸς ἀνέστη...», εἰς τὸ σύνηθες μέλος, τὸ ὁποῖον ἐπαναλαμβάνει ὁ α' καὶ πάλιν ὁ β' Χορός.

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετὰ τὸ· «Εὐλογημένη ἡ Βασιλεία...», ψάλλεται δεκάκις τὸ' «Χριστὸς ἀνέστη...», τρὶς ὑπὸ τοῦ Ἱερέως, ἱσταμένου πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶντος ἑκάστοτε αὐτήν. Ἑξάκις ὑπὸ τῶν Χορῶν, τοῦ Ἱερέως θυμιῶντος τὰς πλευρὰς τῆς Ἁγίας Τραπέζης καὶ ἀπαγγέλλοντος τοὺς στίχους· «Ἀναστήτω ὁ Θεός...» κτλ., καὶ τέλος ἅπαξ πάλιν ὑπὸ τοῦ Ἱερέως, θυμιῶντος τὴν φορὰν αὐτὴν τὸν λαόν.
Ἀντίφωνα: Τοῦ Πάσχα.
Ἀντίφωνον α'.Ἦχος β'.
«Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ...
Ψάλατε δὴ τὸ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ...
Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου...
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι και ψαλάτωσάν σοι...
».
«Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς»,
Ἀντίφωνον β'. Ἦχος ὁ αὐτός
«Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
«Σῶσον ἡμᾶς. Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα».
Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...
».
Ἀντίφωνον γ'.
«Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν...»
Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν...»
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν...»
Αὕτὴ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ
».
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν...»
Εἰσοδικον, ἦχος β': «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα».
Μετὰ τὴν Εἴσοδον.
«Χριστὸς ἀνέστη...».
Ἡ Ὑπακοή: Τοῦ Πάσχα· «Προλαβοῦσαι τὸν ὄρθρον...».
Κοντάκιον: Ὁμοίως· «Εἰ καὶ ἐν τάφῳ...».
Ἀντὶ τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».
Ἀπόστολος: Τοῦ Πάσχα· «Τὸν μὲν πρῶτον λόγον...» (Πράξ. α' 1-9).
Εὐαγγέλιον: Ὁμοίως· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.. .»(Ἰω. α' 1-17).
Καθεξῆς ἡ Θ. Λειτουργία Ἰωάννου τοῦ Χρυσοστόμου.
Εἰς τὸ Ἐξαιρέτως: «Ὁ Ἄγγελος ἐβόα... Φωτίζου, φωτίζου...».
Κοινωνικόν: «Σῶμα Χριστοῦ μεταλάβετε...».
Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...», τὸ «Χριστὸς ἀνέστη..,», κτλ. καὶ ἀντὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου...», πάλιν τὸ «Χριστὸς ἀνέστη...
Ἐν συνεχείᾳ ἀναγινώσκεται ὁ Κατηχητικὸς Λόγος τοῦ Ἱεροῦ Χρυσοστόμου «Εἴ τις εὐσεβὴς καὶ φιλόθεος,..». Εἰς τὸ τέλος δὲ τοῦ λόγου τὸ Ἀπολυτίκιον αὐτοῦ «Ἡ τοῦ στόματός σου...».
Ἀπόλυσις: Διαλογικὴ «Ὁ ἀναστὰς ἐκ νεκρῶν...».
Ὁ Πατριάρχης (ὁ Ἱερεύς): πρὸς τὸν λαὸν «Χριστὸς ἀνέστη».
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη», τὸ αὐτὸ ἐπαναλαμβάνεται ἄλλας δύο φορὰς καὶ ἀκολούθως ἐκφωνεῖ
Ὁ Πατριάρχης: Τὸ «Δόξα τῇ αὐτοῦ τριημέρω ἐγέρσει».
Ὁ Λαός: Ἀποκρίνεται διὰ τοῦ· «Προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον ἔγερσιν»,
Ὁ Πατριάρχης: Κατακλείει διὰ τοῦ «Χριστὸς ἀνέστη...» (ὅλον) καὶ
Ὁ Λαός: Ἀντιφωνεῖ «Ἀληθῶς ἀνέστη ὁ Κύριος».
Τὴν ἑβδομάδα ταύτην γίνεται κατάλυσις εἰς πάντα.


Ἐπιστροφή