20η Απριλίου 200820. Κυριακή: ΤΩΝ ΒΑΪΩΝ. Ἐν ᾗ τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τρίχινα καὶ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ζακχαίου. |
![]()
|
Πατριαρχικὴ καὶ Συνοδικὴ Χοροστασία
Τῷ Σαββάτῳ ἑσπέρας: Θ´ ΩΡΑἈπολυτίκιον: «Τὴν κοινὴν Ἀνάστασιν...».Κοντάκιον: «Ἡ πάντων χαρά...». Ἀπόλυσις: Μικρά· «Ὁ ἀναστὰς ἐκ νεκρῶν...». ΕΣΠΕΡΙΝΟΣΠροοιμιακὸς - Ψαλτήριον.Εἰς τὸ «Κύριε, ἐκέκραξα...». Ἑσπέρια: Τὰ 5 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς· «Σήμερον ἡ χάρις... – Ὁ ἔχων θρόνον οὐρανόν... – Δεῦτε καὶ ἡμεῖς σήμερον... – Τὴν σεπτὴν Ἀνάστασιν... - Πρὸ ἐξ ἡμερῶν τοῦ Πάσχα...», εἰς 6, τὸ πρῶτον δίς. Δόξα, Καὶ νῦν: Τὸ α´ Ἰδιόμελον τῆς Ἑορτῆς «Σήμερον ἡ χάρις...». Εἴσοδος: «Φῶς ἱλαρόν...». Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Ἀπόστιχα: Τὰ 3 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς «Χαῖρε καὶ εὐφραίνου... - Ἦλθεν ὁ Σωτήρ... - Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος...», μετὰ τῶν πρὸ αὐτῶν στίχων, εἰς τὰ δύο τελευταία. Δόξα, Καὶ νῦν: Τὸ Ἰδιόμελον αὐτῶν «Σήμερον ἡ χάρις...». Τρισάγιον. Ἀπολυτίκια: 1.- Τῆς Ἑορτῆς «Τὴν κοινὴν Ἀνάστασιν...». 2.- Δόξα, τὸ αὐτὸ καὶ 3.- Καὶ νῦν «Συνταφέντες σοι διὰ τοῦ βαπτίσματος...». Ἀπόλυσις: «Ὁ ἐπὶ πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινός...». Τῇ Κυριακῇ πρωί: ΜΕΣΟΝΥΚΤΙΚΟΝΜετὰ τὸν Ν´ Ψαλμόν, τὰ διὰ τὴν Λιτὴν Στιχηρὰ Ἰδιομελα τῆς Ἑορτῆς «Τὸ πανάγιον Πνεῦμα...», κτλ., μετὰ τοῦ Δόξα, Καὶ νῦν αὐτῶν. Τρισάγιον καὶ Ἀπολυτίκιον τῆς Ἑορτῆς· «Συνταφέντες σοι...».ΟΡΘΡΟΣἘξάψαλμος.Εἰς τὸ «Θεὸς Κύριος...». Ἀπολυτίκια: Τὰ τοῦ Ἑσπερινοῦ. Καθίσματα: Τῆς Ἑορτῆς τῆς α´ καὶ β´ Στιχολογίας καὶ τὸ μετὰ τὸν Πολυέλεον, ὡς ἐν τῷ Τριῳδίῳ, τὸ τελευταῖον δίς. Ἀναβαθμοί: Τὸ α´Ἀντίφωνον τοῦ δ´ ἤχου «Ἐκ νεότητός μου...». Προκείμενον: «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». Στίχος: «Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ» Εὐαγγέλιον Ὄρθρου: Τῆς Ἑορτῆς «Ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα...» (Ματθ. κα´ 1-17). Ὁ Ν´ Ψαλμός: (Χῦμα). Δόξα... «Σήμερον ὁ Χριστὸς εἰσέρχεται ἐν πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος...». Καὶ νῦν, τὸ αὐτὸ καὶ τὸ Ἰδιόμελον «Σήμερον ἡ χάρις...». Κανών: Τῆς Ἑορτῆς «Στόματος, ἐκ νηπίων ἀκάκων...», μετὰ τῶν Εἱρμῶν αὐτοῦ, ἄνευ στίχου καὶ εἰς τὰ δύο τελευταία Δόξα, Καὶ νῦν, εἰς 6. Ὑπακοή: «Μετὰ κλάδων ὑμνήσαντες πρότερον...». Κοντάκιον - Οἶκος: Τῆς Ἑορτῆς. Συναξάριον: Τῆς ἡμέρας καὶ τὸ Ὑπόμνημα τοῦ Τριωδίου. Καταβασίαι: «Ὤφθησαν αἱ πηγαί...». Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ᾽ αὐτῆς ἡ θ´ ᾠδὴ τοῦ Κανόνος τῆς Ἑορτῆς, ὡς ἐν τῷ Τριῳδίῳ. Εἱρμὸς θ´ ᾠδῆς: «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...». Εἰς τὴν ἀρχὴν τῆς θ´ ᾠδῆς ἐξέρχονται ἐκ τῆς Νοτίου Πύλης τοῦ Ἱεροῦ βήματος, προπορευομένου τοῦ Μ. Ἐκκλησιάρχου, οἱ συγχοροστατήσοντες Ἅγιοι Ἀρχιερεῖς καὶ λαμβάνουσι τὰς οἰκείας αὐτῶν θέσεις ἐν τῷ Ναῷ. «Ἅγιος Κύριος...», τρίς, ὡς Ἐξαποστειλάριον. Ἀρχομένου τοῦ «Ἅγιος Κύριος...», ὁ Πατριάρχης περιβάλλεται τὰ ὑπὸ τοῦ Μ. Ἀρχιδιακόνου προσαγόμενα Ἐπιτραχήλιον καὶ Ὠμοφόριον. Οἱ λαπαδοῦχοι φέρουσι ἐντὸς κανίστρου τὰ βάϊα καὶ ὁ Πατριάρχης ἀναγινώσκει τὴν εἰδικὴν εὐχήν. Μετὰ τὴν εὐχὴν ὁ α´ Χορὸς τὸ «Πᾶσα πνοή...», καὶ ὁ β´ Χορὸς τὸ «Αἰνεῖτε...». Εἰς τὸ β´ Αἰνεῖτε, ὁ Πατριάρχης κατέρχεται τοῦ Θρόνου καὶ ἀσπάζεται τὴν ἐν τῷ τρισκελίῳ εἰκόνα τῆς Βαϊφόρου καὶ εὐλογεῖ τὸν λαόν, τοῦ α´ Χοροῦ ψάλλοντος τὸ «Εἰς πολλὰ ἔτη, Δεσπότα» λαμβάνει τὰ βάϊα παρὰ τοῦ Μ. Ἐκκλησιάρχου καὶ ἵσταται εἰς τὴν τελευταίαν βαθμίδα τοῦ Θρόνου. Αἶνοι: Τὰ 4 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς «Ὁ πλεῖστος ὄχλος, Κύριε... -Μέλλοντός σου εἰσιέναι... - Ἐξέλθετε ἔθνη... – Τὴν κοινὴν Ἀνάστασιν...». Ψαλλομένων τῶν Αἴνων οἱ συγχοροστατοῦντες μετὰ τοῦ Πατριάρχου Ἅγιοι Ἀρχιερεῖς κατέρχονται κατὰ σειρὰν τῶν στασιδίων αὐτῶν, ποιοῦσι σχῆμα πρὸ τοῦ Θρόνου, ἀσπάζονται τὴν ἐν τῷ τρισκελίῳ εἰκόνα τῆς Βαϊφόρου καὶ προσέρχονται τῷ Πατριάρχῃ· ἀσπάζονται τὴν δεξιὰν Αὐτοῦ καὶ λαμβάνουσι παρ᾽ Αὐτοῦ τὰ βάϊα τῶν φοινίκων. Δόξα, Καὶ νῦν: Τὸ Ἰδιόμελον αὐτῶν «Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα...». Δοξολογία: Μεγάλη (ἦχος πλ.β’). Ἀπολυτίκιον: «Συνταφέντες σοι...». ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα: Τῆς Ἑορτῆς.Ἀντίφωνον α´. «Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Θλῖψιν καὶ ὀδύνην εὗρον καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων». «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Ἀντίφωνον β´. « Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. «Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα». Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; «Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι · Ἀλληλούια». Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, «Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι · Ἀλληλούια». Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός... Ἀντίφωνον γ´. Ἦχος α´. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. «Τὴν κοινὴν Ἀνάστασιν...». Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. «Τὴν κοινὴν Ἀνάστασιν...». Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. «Τὴν κοινὴν Ἀνάστασιν...». Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». «Τὴν κοινὴν Ἀνάστασιν...». Εἴσοδος. Εἰσοδικόν, Ἦχος β´ «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι· Ἀλληλούια». Μετὰ τὴν Εἴσοδον. Ἀπολυτίκια: 1.- Τῆς Ἑορτῆς «Τὴν κοινὴν Ἀνάστασιν...» καὶ 2.- «Συνταφέντες σοι...». Κοντάκιον: Ὁμοίως «Τῷ θρόνῳ ἐν οὐρανῷ...». Τρισάγιον. Ἀπόστολος: Κυριακῆς Βαΐων «Χαίρετε ἐν Κυρίῳ πάντοτε...» (Φιλιπ. δ´ 4-9). Εὐαγγέλιον: Ὁμοίως· «Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα...» (Ἰω, ιδ´ 1-18). Καθεξῆς ἡ Θ. Λειτουργία Ἰωάννου τοῦ Χρυσοστόμου. Εἰς τὸ Ἐξαιρέτως: «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...». Κοινωνικόν: «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». «Τὴν κοινὴν Ἀνάστασιν...», κτλ. Ἀπόλυσις. Ἡ τοῦ Ἑσπερινοῦ. Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος. Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας: Θ´ ΩΡΑἈπολυτίκια: 1.- «Τὴν κοινὴν Ἀνάστασιν...». 2.- Δόξα· «Συνταφέντες σοι...».Κοντάκιον: «Τῷ θρόνῳ ἐν οὐρανῷ...». Ἀπόλυσις: Μικρά. Τῆς Ἑορτῆς· «Ὁ ἐπὶ πώλου ὄνου...». ΕΣΠΕΡΙΝΟΣἘν ᾧ ἀποδίδεται ἡ Ἑορτὴ τῶν Βαΐων.Προοιμιακός. Εἰς τὸ «Κύριε, ἐκέκραξα...». Ἑσπέρια: Τὰ 3 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς· «Χαῖρε καὶ εὐφραίνου πόλις Σιών... - Ἦλθεν ὁ Σωτὴρ σήμερον... - Ὁ τοῖς Χερουβεὶμ ἐποχούμενος...», εἰς 6, ἅπαντα ἐκ δευτέρου. Δόξα: Τὸ α´ Ἰδιόμελον «Χαῖρε καὶ εὐφραίνου...». Καὶ νῦν: Τὸ γ´ Ἰδιόμελον «Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος...». Εἴσοδος: «Φῶς ἱλαρόν...», Τὸ Προκείμενον τῆς ἡμέρας. Ἀπόστιχα: Τὰ 3 Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς· «Ἐκ βαΐων καὶ κλάδων... - Φοβερὸν τὸ ἐμπεσεῖν... - Συναγωγὴ πονηρά...», μετὰ τῶν πρὸ αὐτῶν στίχων, εἰς τὰ δύο τελευταῖα. Δόξα: Τὸ α´ Ἰδιόμελον «Ἐκ βαΐων καὶ κλάδων...». Καὶ νῦν: Τὸ β´ Ἰδιόμελον «Φοβερόν τὸ ἐμπέσειν...». «Νῦν ἀπολύεις...». Καὶ εὐθὺς ὁ Κανὼν τοῦ Ἀποδείπνου «'Ιωσήφ τὴν σωφροσύνην...», μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». Εἰς τὸ τέλος ἐπαναλαμβάνεται ὁ Εἱρμὸς τῆς θ´ ᾠδῆς «Ἀλλότριον τῶν μητέρων ἡ παρθενία...», ἀργῶς. Τρισάγιον κτλ., ὡς καὶ τῷ ἑσπέρας τῆς Κυριακῆς τῆς Τυρινῆς. Ἀπόλυσις: «Ἐρχόμενος ὁ Κύριος ἐπὶ τὸ ἑκούσιον πάθος διὰ τὴν ἡμῶν σωτηρίαν. Χριστὸς ὁ ἀληθινός...». Εἰς τὴν συγχώρησιν τὸ Σταυροθεοτοκίον· «Σφαγήν σου τὴν ἄδικον...». |
![]()