16η Μαρτίου 200816. Κυριακή: Α' ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). Ἐν ᾗ μνείαν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων. Τοῦ Ἁγίου Μάρτυρος Σαββίνου τοῦ Αἰγυπτίου, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοδούλου, κτήτορος τῆς ἐν Πάτμῳ Ἱερᾶς Μονῆς Ἰωάννου τοῦ Θεολόγου. |
![]()
|
Ἦχος α´- Ἑωθινὸν Θ´.
Πατριαρχικὴ καὶ Συνοδικὴ Θ. Λειτουργία. Τῷ Σαββάτῳ ἑσπέρας: Θ´ ΩΡΑἈπολυτίκιον: «Μεγάλα τὰ τῆς πίστεως...».Κοντάκιον: «Πίστιν Χριστοῦ...». Ἀπόλυσις: Μικρά. ΕΣΠΕΡΙΝΟΣΠροοιμιακός - Ψαλτήριον.Εἰς τὸ· «Κύριε, ἐκέκραξα...». Ἑσπέρια: 1.- Τὰ 3 Στιχηρὰ Ἀναστάσιμα- «Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς... - Κυκλώσατε, λαοί, Σιών... - Δεῦτε, λαοί...». 2.- Τὰ 3 Στιχηρὰ Ἀνατολικά· «Εὐφράνθητε, οὐρανοί... - Τὸν σαρκὶ ἐκουσίως... - Τῷ ζωοδόχῳ σου τάφῳ...» καὶ 3.- Τὰ 4 Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς· «Σὲ τὸν ἀκατάληπτον... - Λόγῳ σε κηρύξαντες...- Φύσει ἀπερίγραπτος... - Ὑπέρτιμον κόσμησιν...». Δόξα: Τὸ Ἰδιόμελον τῆς Ἑορτῆς· «Ἡ χάρις ἐπέλαμψε...». Καὶ νῦν: Τὸ α´ Θεοτοκίον τοῦ ἤχου· «Τὴν παγκόσμιον δόξαν...». Εἴσοδος: «Φῶς ἱλαρόν...». Τὸ Προκείμενον τῆς ἡμέρας. Ἀπόστιχα: Τὸ Ἀναστάσιμον Στιχηρὸν «Τῷ πάθει σου, Χριστέ...», καὶ τὰ κατ᾽ Ἀλφάβητον τοῦ ἤχου· «Ἀγαλλιάσθω ἡ κτίσις... - Βασιλεὺς ὑπάρχων... - Γυναῖκες Μυροφόροι...». Δόξα, Καὶ νῦν: Τὸ Ἰδιόμελον τῆς Ἑορτῆς· «Οἱ ἐξ ἀσεβείας...». Τρισάγιον. Ἀπολυτίκια: 1.- Τὸ Ἀναστάσιμον «Τοῦ λίθου σφραγισθέντος...». 2.- Δόξα, τῆς Ἑορτῆς· «Τὴν ἄχραντον Εἰκόνα σου...» καὶ 3.- Καὶ νῦν, τὸ ὁμόηχον Θεοτοκίον «Πάντα ὑπὲρ ἔννοιαν...». Ἀπόλυσις. Τῇ Κυριακῇ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ.Μετὰ τὸν Ν´ Ψαλμόν, ὁ Τριαδικὸς Κανὼν τοῦ ἤχου· «Μίαν τρισυπόστατον ἀρχήν...», τὸ διὰ τὴν Λιτὴν Ἰδιόμελον τοῦ Τριωδίου· Δόξα· «Χαίρετε Προφῆται τίμιοι...». Καὶ νῦν, τὸ Θεοτοκίον αὐτοῦ «Τὴν πᾶσαν ἐλπίδα μου...», τὰ Τριαδικά· «Ἄξιόν ἐστιν...». Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς· «Τὴν ἄχραντον Εἰκόνα σου...».ΟΡΘΡΟΣἘξάψαλμος.Εἰς τὸ· «Θεὸς Κύριος...». Ἀπολυτίκια: Τὰ τοῦ Ἑσπερινοῦ. Καθίσματα: Τὰ Ἀναστάσιμα τῆς α´ Στιχολογίας, μετὰ Θεοτοκίου, εἰς τὸ, καὶ νῦν «Τοῦ Γαβριὴλ φθεγξαμένου...» καὶ τῆς β´ Στιχολογίας, μετὰ τοῦ Θεοτοκίου αὐτῶν. Τὰ Εὐλογητάρια - Ἡ Ὑπακοὴ - Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ ἤχου. Κανόνες: 1.- Ὁ Ἀναστάσιμός «Σοῦ ἡ τροπαιοῦχος δεξιά...», μετὰ τῶν Εἱρμῶν αὐτοῦ καὶ 2.- Τῆς Ἑορτῆς· «Σκιρτῶντες μετ᾽ εὐφροσύνης...», μετὰ στίχου· «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». Ἀπὸ γ´ ᾠδῆς· Τὸ Ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος (χῦμα) καὶ τὰ· Μεσώδια Καθίσματα: 1.- Τῆς Ἑορτῆς· «Τὴν Θείαν σου μορφήν...». 2.- Δόξα· «Μορφὰς τῶν Προφητῶν...» καὶ 3.- Καὶ νῦν, τὸ Θεοτοκίον αὐτῶν «Τοῖς πόθῳ σου Σεμνή...». Ἀφ᾽ ς´ ᾠδῆς· Κοντάκιον - Οἶκος: Τῆς Ἑορτῆς. Συναξάριον: Τῆς ἡμέρας καὶ τὸ Ὑπόμνημα τοῦ Τριωδίου. Καταβασίαι: «Θαλάσσης τὸ ἐρυθραῖον...». Εὐαγγέλιον Ὄρθρου: Τὸ Θ´ Ἑωθινὸν «Οὔσης ὀψίας...», κτλ., ὡς καὶ τῇ Κυριακῇ τοῦ Τελώνου καὶ Φαρισαίου (17ῃ Φεβρουαρίου). Ἡ Τιμιωτέρα. Εἱρμὸς θ´ ᾠδῆς: «Λίθος ἀχειρότμητος...». «Ἅγιος Κύριος...». Ἐξαποστειλάρια: 1.- Τὸ Θ´ Ἀναστάσιμον «Συγκεκλεισμένων, Δέσποτα...». 2.- Τῆς Ἑορτῆς· «Σκιρτήσατε, κρατήσατε...» καὶ 3.-Τὸ Θεοτοκίον αὐτοῦ· «Ῥομφαῖαι νῦν ἐξέλιπαν...». Αἶνοι: 1.- Τὰ 4 Στιχηρὰ Ἀναστάσιμα· «Ὑμνοῦμέν σου, Χριστέ... - Ὁ Σταυρὸν ὑπομείνας... - Ὁ τὸν ᾅδην σκυλεύσας... - Τὴν θεοπρεπῆ σου συγκατάβασιν...» καὶ 2.- Τὰ 3 Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς· «Ἐν σοὶ νῦν ἀγάλλεται... -Σαρκὸς τὸ ἐκτύπωμα... - Ἡμέρα χαρμόσυνος...», εἰς 4, τὸ πρῶτον δίς, μετὰ τῶν πρὸ αὐτῶν στίχων, εἰς τὰ δύο τελευταῖα, ἀντιστρόφως τῆς ἐν τῷ Τριῳδίῳ σειρᾶς. Δόξα: Τὸ Ἰδιόμελον τοῦ Τριῳδίου· «Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας...». Καὶ νῦν: «Ὑπερευλογημένη...». Δοξολογία: Μεγάλη. «Σήμερον σωτηρία...». ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα: Τῆς Ἑορτῆς.Ἀντίφωνον α´. Ἦχος β´. «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὸς ποιήσει πάσας τὰς αἰνέσεις Αὐτοῦ. «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὕς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ». «Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς». Ἀντίφωνον β´. Ἦχος ὁ αὐτός. «Ἐξομολογησάσθωσαν τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. «Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούια». Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων. «Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούια». Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. «Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούια». Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. «Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούια». Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...». Ἀντίφωνον γ'. Ἦχος ὁ αὐτός. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. «Τὴν ἄχραντον Εἰκόνα σου... » Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. «Τὴν ἄχραντον Εἰκόνα σου... » Κύριε, ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι». «Τὴν ἄχραντον Εἰκόνα σου... » Εἴσοδος. Εἰσοδικόν: «Δεῦτε προσκυνήσωμεν... ὁ ἀναστὰς ἐκ νεκρῶν...». Μετὰ τὴν Εἴσοδον. Ἀπολυτίκια: 1.- Τὸ Ἀναστάσιμον «Τοῦ λίθου σφραγισθέντος...». 2.- Τῆς Ἑορτῆς «Τὴν ἄχραντον Εἰκόνα σου...» καὶ 3.- Τοῦ Ναοῦ. Κοντάκιον: «Τῇ ὑπερμάχῳ...». Τρισάγιον. Ἀπόστολος: Κυριακῆς α´ Νηστειῶν «Πίστει Μωσῆς μέγας γενόμενος...» (Ἑβρ. ια´ 24-26, 32-40). Εὐαγγέλιον: Ὁμοίως· «Ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν...» (Ἰω. α´ 44-52). Καθεξῆς ἡ Θ. Λειτουργία τοῦ Μεγάλου Βασιλείου. Εἰς τὸ Ἐξαιρέτως: «Ἐπί σοι χαίρει...». Κοινωνικόν: «Αἰνεῖτε...». «Εἴδομεν τὸ φῶς...», κτλ. Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ. Μετὰ τὴν Ἀπόλυσιν ἐξέρχονται οἱ Ἱερεῖς, οἱ δύο Διάκονοι (Τριτεύων καὶ Διάκονος τῆς Σειρᾶς), οἱ Ἀρχιερεῖς, οἱ ἕτεροι δύο Διάκονοι (Ἀρχιδιάκονος καὶ Δευτερεύων) καὶ ὁ Πατριάρχης, καὶ λαμβάνουσι τὰς θέσεις αὐτῶν καὶ τελεῖται τὸ Τρισάγιον τῶν ὑπὲρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καὶ τελειωθέντων. Ὁ Μ. Ἀρχιδιάκονος: «Εὐλόγησον, Δέσποτα». Ὁ Πατριάρχης: «Εὐλογητὸς ὁ Θεός...». Ὁ Μ. Ἀρχιδιάκονος: Τρισάγιον, κτλ. Ὁ Πατριάρχης: «Ὅτι σοῦ ἐστιν...». Οἱ Χοροί: ἐναλλὰξ τὸ· «Μετὰ πνευμάτων...». «Εἰς τὴν κατάπαυσίν σου...». Δόξα, «Σὺ εἶ ὁ Θεός...». Καὶ νῦν «Ἡ μόνη ἁγνή...». Ὁ Μ. Ἀρχιδιάκονος: «Ἐλέησον ἡμᾶς ὁ Θεός...». Ὁ Δευτερεύων: «Τοῦ Κυρίου δεηθῶμεν». Ὁ Πατριάρχης: «Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν Θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον τὰς ψυχὰς τῶν ὑπὲρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καὶ τελειωθέντων ἐν αὐτῇ ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾽ αὐτῶν πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἐστιν ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια». Ὁ Τριτεύων: «Τοῦ Κυρίου δεηθῶμεν». Ὁ Πατριάρχης: «Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τῶν ὑπὲρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καὶ τελειωθέντων ἐν αὐτῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Ὁ Διάκονος τῆς Σειρᾶς: «Τοῦ Κυρίου δεηθῶμεν». Οἱ Ἀρχιερεῖς κατὰ σειράν: «Ὅτι σὺ εἶ ἡ ἀνάστασις...». καὶ οἱ Ἱερεῖς ἐπίσης κατὰ σειράν. Ὁ Πατριάρχης: «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος βασιλεὺς καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου, τοῦ τετραημέρου, καὶ πάντων τῶν ἁγίων, τὰς ψυχὰς τῶν ὑπὲρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καὶ τελειωθέντων ἐν αὐτῇ δούλων αὐτοῦ, ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι καὶ μετὰ δικαίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος». Ὁ Πατριάρχης: «Αἱ εὐχῶν τῶν ἁγίων...». Ὁ Ἱερεύς: «Δι ᾽εὐχῶν τοῦ ἁγίου Δεσπότου...». Οἱ Χοροί: «Ἀμήν». Εἶτα προπορευόμενων τῶν λαμπαδούχων, τῶν ἑξαπτερύγων, του Ἄρχοντος Πριμικηρίου φέροντος τὸ Διβάμβουλον, τῶν Χορῶν ψαλλόντων τὴν Καταβασίαν «Ἐπαρθέντά σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον...», τῶν δύο Ἱερέων φερόντων τὴν Εἰκόνα τοῦ Χριστοῦ, τῶν δύο Διακόνων (Τριτεύοντος καὶ Διακόνου τῆς Σειρᾶς), τῶν Ἀρχιερέων, τῶν ἑτέρων δύο Διακόνων (Ἀρχιδιακόνου καὶ Δευτερεύοντος) καὶ τοῦ Πατριάρχου κρατοῦντος εἰς τὴν δεξιὰν αὐτοῦ μικρὰν εἰκόνα τοῦ Χριστοῦ, ἐξέρχεται ἡ πομπὴ τοῦ Π. Πατριαρχικοῦ Ναοῦ καὶ ἀνέρχεται εἰς τὸν Πατριαρχικὸν Οἶκον. Εἰς τὸν ἐξώστην ὁ Πατριάρχης διὰ τῆς εἰκόνος τοῦ Χριστοῦ εὐλογεῖ τὰ πλήθη καὶ εἰσέρχεται πορευόμενος πρὸς τὸ Π. Παρεκκλήσιον, ἔνθα ἀπεκδύεται τὰ ἄμφια αὐτοῦ, τῶν Χορῶν ψαλλόντων τὸν πολυχρονισμὸν αὐτοῦ· καὶ οὕτω λήγει ἡ ὅλη Ἀκολουθία. Τῆ αὐτῇ Κυριακῇ ἑσπέρας: Θ´ ΩΡΑἈπολυτίκιον: 1.— «Τοῦ λίθου σφραγισθέντος...». 2.- Δόξα· «Τήν ἄχραντον εἰκόνα σου...».Κοντάκιον: «Ὁ ἀπερίγραπτος Λόγος...». Ἀπόλυσις: Μικρά· «Ὁ ἀναστὰς ἐκ νεκρῶν...» ΕΣΠΕΡΙΝΟΣΠροοιμιακός.Εἰς τὸ «Κύριε, ἐκέκραξα...». Ἑσπέρια: 1.- Τὰ 4 Στιχηρὰ Κατανυκτικὰ τοῦ α´ ἤχου· «Ὅτι τὸ πέλαγος πολύ... - Ὅτι ἐννοίαις πονηραῖς... - Ἄλλος σε κόσμος ψυχὴ ἀναμένει... - Μὴ ἀποδοκίμαςῃς με Σωτήρ μου...». 2.- Τὰ 3 Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου· «Δίδου μοι κατάνυξιν... - Μωσῆς ὁ θεσπέσιος... - Τὰ τῶν Νηστειῶν νῦν δισέβδομα...» καὶ 3.- Τὰ 3 Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου (17ῃ Μαρτίου)· «Ἄνθρωπόν σε ἔγνωμεν... - Ἔρωτι δροσίζοντι σαρκός...-Μένεις ἀγνοούμενος Σοφέ...». Δόξα, καὶ νῦν: Τὸ συνακολουθοῦν Προσόμοιον Θεοτοκίον «Χαῖρε ξένον ἄκουσμα Ἁγνή...». Εἴσοδος: «Φῶς ἱλαρόν...». Τὸ μέγα Προκείμενον «Ἔδωκας κληρονομίαν...», μετὰ τῶν πρὸ αὐτοῦ στίχων, ὡς ἐν τῷ Τριωδίῳ. Ἀπόστιχα: Τὸ Στιχηρὸν Ἰδιομελόν τοῦ Τριωδίου· «Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς...» δὶς καὶ τὸ Μαρτυρικὸν «Μάρτυρες Κυρίου...», μετὰ τῶν στίχων αὐτῶν. Δόξα, καὶ νῦν: Τὸ Θεοτοκίον τοῦ Τριωδίου· «Τὰ οὐράνια ὑμνεῖ σε...». Τρισάγιον. κτλ. ὡς καὶ τῷ ἑσπέρας τῆς Κυριακῆς τῆς Τυρινῆς. |
![]()