14η Μαρτίου 200814. Παρασκευή: Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βενεδίκτου. Εὐσχήμονος, ἐπισκόπου Λαμψάκου, Ὁμολογητοῦ. |
![]()
|
Ὅλαι αἱ Ἀκολουθίαι, ὡς προδιετυπώθησαν.
ΕΣΠΕΡΙΝΟΣ Θ. ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝΠροοιμιακός- Τὰ «Πρὸς Κύριον...».Εἰς τὸ· «Κύριε, ἐκέκραξα...». Ἑσπέρια: 1.- Τὸ Στιχηρὸν Ἰδιόμελον τοῦ Τριῳδίου- «Δεῦτε πιστοὶ ἐργασώμεθα...», δίς. 2.- Τὰ 4 Στιχηρὰ Μαρτυρικὰ τοῦ πλ. δ´ ἤχου· «Μάρτυρες Κυρίου... – Μάρτυρες Κυρίου, ἱκετεύσατε... - Οἱ Μάρτυρές σου, Κύριε... - Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος...», ζήτει ταῦτα, εἰς τέλος τοῦ Τριῳδίου καὶ 3.- Τὰ Στιχηρὰ 4 Ἰδιόμελα τοῦ Ἁγίου Θεοδώρου· «Δεῦτε φιλομάρτυρες... - Τὴν θεοδώρητον χάριν... - Δῶρον Θεοῦ ὑπέρτατον... - Θείων δωρεῶν ἐπώνυμον...». Δόξα: Τὸ Ἰδιόμελον τοῦ Ἁγίου· «Ὀργάνῳ χρησάμενος...». Καὶ νῦν: Τὸ α´ Θεοτοκίον τοῦ ἤχου· «Ὁ Βασιλεὺς τῶν οὐρανῶν...». Καθεξῆς ἡ λοιπὴ Ἀκολουθία καὶ ἡ Θ. Λειτουργία τῶν Προηγιασμένων Δώρων. Τῷ ἑσπέρας Οἱ Χαιρετισμοὶ τῆς Θεοτόκου. Τὸ Μικρὸν Ἀπόδειπνον, ὡς ἐν τῷ Ὡρολογίῳ, μέχρι τοῦ· «Ἄξιόν ἐστιν...». Μετὰ ἄρχεται ὁ Κανὼν τῆς Θεοτόκου· «Ἀνοίξω τὸ στόμα μου...». «Τῇ ὑπερμάχῳ...» καὶ ἡ α´ Στάσις τοῦ Ἀκαθίστου Ὕμνου· «Ἄγγελος πρωτοστάτης...». «Τῇ ὑπερμάχῳ...». Τρισάγιον. Τὸ Κοντάκιον τοῦ Ἁγίου Θεοδώρου· «Πίστιν Χριστοῦ ὡσεὶ θώρακα...». «Κύριε, ἐλέησον» μ´. «Ὁ ἐν παντὶ καιρῷ...» καὶ ἐφεξῆς ἡ λοιπὴ Ἀκολουθία τοῦ Μικροῦ Ἀποδείπνου. Μετὰ τὸ· «Τὴν πᾶσαν ἐλπίδα μου...», τὸ Εὐαγγέλιον τῆς Παννυχίδος τῆς Παρασκευῆς α´ ἑβδομάδος Νηστειῶν «Ἐγώ εἰμι ἡ ἄμπελος...» (Ἰω. ιε´ 1-7). Μικρὰ Ἀπόλυσις. «Εὐξώμεθα...». «Τὴν ὡραιότητα...». «Δι´ εὐχῶν...». |
![]()