10η Μαρτίου 2008

10. Δευτέρα: A´ ἑβδομάδος Νηστειῶν. Καθαρὰ Δευτέρα. Τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ καὶ τῶν σὺν αὐτῷ.

Ἄρχεται ἡ Ἁγία καὶ Μεγάλη Τεσσαρακοστή.
Αἱ καθ᾽ ἡμέραν Ἀκολουθίαι κατὰ τὴν διάρκειαν τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστὴς τελοῦνται συμφώνως πρὸς τὴν εἰς τὸ Τυπικὸν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας ἐκτιθεμένην τάξιν.

ΟΡΘΡΟΣ

Καταλιμπάνεται τὸ Μεσονυκτικόν. Ὁ Ἱερεὺς λέγει «Εὐλογητὸς ὁ Θεός...» θυμιῶν σταυροειδῶς τὴν Ἁγίαν Τράπεζαν. Τρισάγιον. «Ὅτι σοῦ ἐστιν...». «Κύριε ἐλέησον» ιβ´. «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ...», ὁ Ἑξάψαλμος, τὰ Εἰρηνικὰ καὶ ἡ ἐκφώνησις· «Ὅτι πρέπει σοι...». Εὐθὺς τὸ Ἀλληλουϊάριον εἰς τὸν ἦχον τῆς ἑβδομάδος (α' ἑβδομὰς Νηστειῶν ἦχος πλ. δ´) τετράκις μετὰ τῶν πρὸ αὐτοῦ στίχων, ὡς ἐν τῷ Ὡρολογίῳ. Ἀκολούθως ψάλλονται οἱ Τριαδικοὶ ὕμνοι (ὅρα τούτους εἰς τὸ Ὡρολόγιον ἢ εἰς τὸ τέλος τοῦ Τριῳδίου) τοῦ ἤχου τῆς ἑβδομάδος. Σήμερον καὶ δι᾽ ὅλην τὴν ἑβδομάδα ψάλλονται οἱ τοῦ πλ. δ´ ἤχου «Εἰς οὐρανὸν τὰς καρδίας...». Δόξα, «Ὁρᾶν σε μὴ τολμῶντα...». Καὶ νῦν, «Κατακαμπτόμενοι...». Εἶτα μικρὰ Συναπτὴ καὶ ἐκφώνησις· «Ὅτι σὸν τὸ κράτος...». Μετὰ τὴν ἐκφώνησιν, τὰ Κατανυκτικὰ Καθίσματα τῆς α´ Στιχολογίας τοῦ ἤχου (ὅρα ταῦτα εἰς τὸ τέλος τοῦ Τριῳδίου), ἐξ ὧν τὸ β´ μετὰ τοῦ οἰκείου στίχου, καὶ τὸ γ´ Δόξα, Καὶ νῦν, τὸ Θεοτοκίον ἢ Σταυροθεοτοκίον (Τετάρτη καὶ Παρασκευή) καὶ τῆς ἡμέρας τῆς β´ Στιχολογίας· «Τῆς νηστείας τῇ θείᾳ ἀπαρχῇ». Δόξα, καὶ νῦν «Εὐσπλαγχνίας ὑπάρχουσα πηγή...» καὶ τῆς γ´ Στιχολογίας «Τὴν πάνσεπτον ἐγκράτειαν...», Δόξα, Καὶ νῦν «Τὴν ἄμαχον πρεσβείαν σου...». Ὁ Ν´ Ψαλμὸς (χῦμα). «Σῶσον, ὁ Θεός, τὸν λαόν σου...» «Κύριε ἐλέησον» ιβ´ καὶ ἡ ἐκφώνησις· «Ἐλέει καὶ οἰκτιρμοῖς...», καὶ εὐθὺς ἡ Στιχολογία τῶν ἐννέα ᾠδῶν.
Οἱ Κανόνες τοῦ Μηναίου καὶ τοῦ Τριῳδίου ἄνευ στίχων. Ἀπὸ γ´ ᾠδῆς, ὁ Εἱρμὸς τῆς α´ ᾠδῆς τοῦ β´ Τριῳδίου. Αἴτησις καὶ ἐκφώνησις· «Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...» καὶ τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου (διὰ τὴν Τετάρτην καὶ Παρασκευὴν Σταυροθεοτοκίον). Ἀφ᾽ ς´ ᾠδῆς, ὁ Εἱρμὸς τοῦ Μηναίου. Αἴτησις καὶ ἐκφώνησις· «Σὺ γὰρ εἶ ὁ Βασιλεύς...», τὸ Μαρτυρικὸν τοῦ ἤχου, ζήτει, εἰς τὸ τέλος τοῦ Τριῳδίου. Τὸ Συναξάριον. Ὁ Εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ Τριῳδίου. «Αἰνοῦμεν, εὐλογοῦμεν...» καὶ στιχολογεῖται ἡ «Τιμιωτέρα». Ὁ Εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ Τριῳδίου καὶ εὐθὺς τὸ· «Ἄξιόν ἐστιν...». Αἴτησις καὶ ἐκφώνησις· «Ὅτι σὲ αἰνοῦσι...». Τὸ Φωταγωγικὸν τοῦ τυχόντος ἤχου τῆς ἐβδομάδος· διὰ τὴν παροῦσαν ἑβδομάδα «Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ...» (Ἡ συμπλήρωσις τῶν φωταγωγικῶν γίνεται ὡς καὶ ἡ τῶν Τριαδικῶν ὕμνων). «Σοὶ δόξα πρέπει...». Ἡ Δοξολογία (χῦμα). «Πληρώσωμεν τὴν ἑωθινήν...» κτλ., ὡς συνήθως. Καὶ τὰ Ἀπόστιχα· τὸ Στιχηρὸν Ἰδιόμελον τοῦ Τριωδίου· «Ἐλήλυθεν ἡ νηστεία...» (ἐπαναλαμβάνεται τὸ αὐτὸ μετὰ τοῦ στίχου· «Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε...»), τὸ Μαρτυρικὸν μετὰ τοῦ στίχου· «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ...», Δόξα, Καὶ νῦν, τὸ Θεοτοκίον «Σὲ τὴν τοῦ Θεοῦ Μητέρα...» (διὰ τὴν Τετάρτην καὶ Παραοκευὴν τὸ Σταυροθεοτοκίον). «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι...». Τρισάγιον. Ἀπολυτίκιον «Ἐν τῷ ναῷ ἑστῶτες...». «Κύριε, ἐλέησον» μ´. Δόξα, Καὶ νῦν, «Τὴν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου...». «Ὁ ὤν εὐλογητός... Ἐπουράνιε Βασιλεῦ...» καὶ εὐθύς· «Δεῦτε προσκυνήσωμεν...» καὶ ἀναγινώσκονται αἱ Ὧραι. Εἰς τὴν θ´ Ὥραν, μετὰ τὸ τροπάριον «Βλέπων ὁ λῃστής...» κτλ., τὸ· «Κύριε, ἐλέησον» μ'. Δόξα, Καὶ νῦν, «Τὴν Τιμιωτέραν... Δι᾽ εὐχῶν...», τὰς γ´ μεγάλας μετανοίας μετὰ τῶν εὐχῶν καὶ εὐθὺς οἱ Μακαρισμοί. Εἶτα τὰ τροπάρια· «Χορὸς ὁ ἐπουράνιος...» κτλ., τὸ «Πιστεύω εἰς ἕνα Θεόν...». «Ἄνες, ἄφες...». «Πάτερ ἡμῶν...», «Ὅτι σοῦ ἐστιν...», καὶ ἀναγιγνώσκονται τὰ Κοντάκια· «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης...», τῆς ἡμέρας, τοῦ Ἁγίου τοῦ ναοῦ. Τὸ Μαρτυρικον τοῦ ἤχου τῆς ἡμέρας τὸ πρὸ τοῦ Συναξαρίου ἀναγνωσθέν. Δόξα, τὸ Νεκρώσιμον. «Μετὰ τῶν ἁγίων...». Καὶ νῦν, Θεοτοκίον «Προστασία τῶν Χριστιανῶν...». «Κύριε, ἐλέησον» μ´, «Ὁ ἐν παντὶ καιρῷ...». «Κύριε, ἐλέησον», τρίς, Δόξα, Καὶ νῦν, «Τὴν Τιμιωτέραν...». «Ὁ Θεός, οἰκτειρῆσαι ἡμᾶς...», τὰς τρεῖς μεγάλας μετανοίας, τὴν εὐχὴν τοῦ Ἁγίου Ἐφραὶμ καὶ ἄρχεται ὁ Ἑσπερινός.

ΕΣΠΕΡΙΝΟΣ

Ὁ Προοιμιακός.
Τὰ Εἰρηνικά. Εἰς τὸ· «Κύριε, ἐκέκραξα...». Τὰ 3 Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου καὶ τὰ 3 Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου. Δόξα, Καὶ νῦν, τὸ συνακολουθοὺν Προσόμοιον Θεοτοκίον (Τρίτην καὶ Πέμπτην τὸ Σταυροθεοτοκίον καὶ τὴν Παρασκευὴν τὸ α´ Θεοτοκίον τοῦ ἤχου). «Φῶς ἱλαρόν...». «Ἑσπέρας». Τὰ Ἀναγνώσματα μετὰ τῶν Προκειμένων καὶ τῶν στίχων, ὡς ἐν τῷ Τριῳδίῳ. «Καταξίωσον...». «Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν...», κτλ. Εἰς τὰ Ἀπόστιχα· τὸ Στιχηρὸν Ἰδιόμελον τοῦ Τριῳδίου δίς, τὸ Μαρτυρικόν, μετὰ τῶν στίχων αὐτῶν «Πρός σε ᾖρα τοὺς ὀφθαλμούς μου...» καὶ «Ἐλέησον ἡμᾶς, Κύριε...». Δόξα, Καὶ νῦν, Θεοτοκίον. «Νῦν ἀπολύεις...». Τρισάγιον. Τὰ τροπάρια· «Θεοτόκε Παρθένε...», «Βαπτιστὰ τοῦ Χριστοῦ...», Δόξα, «Ἱκετεύσατε ὑπὲρ ἡμῶν...», Καὶ νῦν, «Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν...». «Κύριε, ἐλέησον» μ´. Δόξα, Καὶ νῦν, «Τὴν Τιμιωτέραν...», «Ὁ ὤν εὐλογητός...», τὴν εὐχὴν «Ἐπουράνιε Βασιλεῦ...», τὰς τρεῖς μεγάλας μετανοίας, τὴν εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ. Τρισάγιον. «Ὅτι σοῦ ἐστιν...». «Κύριε, ἐλέησον» ιβ´, καὶ τὴν εὐχὴν «Παναγία Τριάς...». «Εἴη τὸ ὄνομα Κυρίου...», τρίς, ἀναγινώσκεται ὁ 33ος Ψαλμὸς καὶ Ἀπόλυσις.

Τῷ ἑσπέρας: ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ

Τὸ Μέγα Ἀπόδειπνον ψάλλεται κατὰ τὴν ἐν τῷ Ὡρολογίῳ τάξιν. Μετὰ τὸ· «Εὐλογητὸς ὁ Θεός...», «Βασιλεῦ οὐράνιε...», Τρισάγιον κτλ. «Δεῦτε προσκυνήσωμεν...», τρὶς καὶ ἀρχόμεθα τῆς ἀναγνώσεως τῶν Ψαλμῶν ἀπὸ τοῦ δ´ Ψαλμοῦ· «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου ὁ Θεός...». Μετὰ τὴν Δοξολογίαν ψάλλεται διὰ τὴν σήμερον τμῆμα τοῦ Μεγάλου Κανόνος, τὸ ἐν τῷ Τριῳδίῳ μετὰ στίχου· «Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με». Εἰς τὸ τέλος τῆς ς´ ᾠδῆς ψάλλεται ἐμμελῶς τὸ Κοντάκιον «Ψυχή μου, ψυχή μου...» καὶ εἰς τὸ τέλος τῆς θ´ ᾠδῆς ἐπαναλαμβάνεται ἐμμελῶς ὁ Εἱρμὸς αὐτῆς· «Ἀσπόρου συλλήψεως...». Τρισάγιον. Τὸ Τροπάριον «Κύριε τῶν δυνάμεων...» μετὰ τῶν στίχων τοῦ 150στοῦ Ψαλμοῦ καὶ ἐν συνεχείᾳ ἡ λοιπὴ Ἀκολουθία τοῦ Μεγάλου Ἀποδείπνου. Μετὰ τὸ· «Τὴν πᾶσαν ἐλπίδα μου...», τὸ Εὐαγγέλιον τῆς Παννυχίδος τῆς Δευτέρας α´ Ἑβδομάδος Νηστειῶν «Εἶπεν ὁ Κύριος· βλέπετε μὴ πλανηθῆτε...» (Λουκ. κα´ 8-36). Εὐθύς· «Εἰρήνη πᾶσι... - Τὰς κεφαλὰς ἡμῶν... - Δέσποτα Πολυέλεε...» καὶ τὴν δέησιν «Εὐξώμεθα...». Τὸ «Πάντων προστατεύεις...», παρέχεται συγχώρησις καὶ τὸ «Δι᾽ εὐχῶν...».


Ἐπιστροφή