[English] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Church calendar
Icons
Byzantine music
Contact details

Ἀρχική σελίς
Ἀρχική σελίς

Πατριαρχική καί Συνοδική Ἐγκύκλιος(29 / 08 / 2004).

Ἐπιστροφή
Ἐπιστροφή

Ἀριθμ. Πρωτ. 818

+ Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ
ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΝΕΑΣ ΡΩΜΗΣ
ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ
ΠΑΝΤΙ Τῼ ΠΛΗΡΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ,
ΧΑΡΙΣ ΕΙΗ ΚΑΙ ΕΙΡΗΝΗ
ΠΑΡΑ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΧΡΙΣΤΟΥ,
ΠΑΡἨΜΩΝ ΔΕ ΕΥΧΗ ΚΑΙ ΕΥΛΟΓΙΑ
   
Ἀγαπητοί ἐν Χριστῷ ἀδελφοί καί τέκνα πεφιλημένα,

Τάς τε ἀποδεκατωτικάς καί τάς ὁλοκαυτωτικάς τῷ Θεῷ προσφερομένας θυσίας τοῦ παλαιοῦ Ἰσραήλ μιμούμενοι οἱ χριστοσφράγιστοι πιστοί, ἀρχῆθεν τῆς ἐπί γῆς παρουσίας τῆς Ἁγιωτάτης ἡμῶν Ἐκκλησίας, ἀπ᾽ αὐτῶν εἰσέτι τῶν Ἀποστολικῶν χρόνων, κατά τήν ἑκάστῳ δύναμιν ἀφιέρουν τῷ Κυρίῳ ὑλικά δόματα καί προσφοράς ὡς ἱερά καί ἀναφαίρετα ἀναθήματα ἀνήκοντα ἐφεξῆς ἅπαξ διά παντός Αὐτῷ, ὡς πανδωρεοδότῃ καί παναγάθῳ Δεσπότῃ, καί τῇ Ἁγιωτάτῃ Αὐτοῦ Ἐκκλησίᾳ πρός ἐπιτέλεσιν τοῦ συνόλου ἁγιαστικοῦ τε καί φιλανθρωπικοῦ ἔργου αὐτῆς.

Ὅθεν, τά τῶν ἀρχαίων ἱεροσύλων στυγηρά παραδείγματα ἀποφεύγοντες, τοῦ τε Ἄχαρ καί τῶν υἱῶν Ἠλεί, νοσφισθέντων τοῦ μέν ἐκ τῶν ἐκ τῆς ἁλώσεως τῆς Ἱεριχοῦς λαφύρων, τῶν δέ ἐκ τῶν ἐν ἐσχάρᾳ ἔτι ἡμιτελῶν οὐσῶν θυσιῶν, ἀλλά γε καί τήν τιμωρίαν τοῦ καταχραστοῦ Ἀνανίου φοβούμενοι, ὡς περί αὐτοῦ διαλαμβάνουσιν αἱ τῶν Θείων Ἀποστόλων Πράξεις, ἐπ᾽ οὐδενί λόγῳ διενοοῦντο τήν πρός ἴδιον αὐτῶν ὄφελος ἐπανάχρησιν τῶν ἀφιερωμάτων, θεωροῦντες ταύτην ὡς ἀφαίρεσιν τοῦ δικαιώματος κτήσεως τοῦ Θεοῦ ἐπ᾽ αὐτῶν.

Ὅθεν, ἡ οὕτω πως κτηθεῖσα ἐκκλησιαστική συνείδησις ἔσχεν ὡς ἀποτέλεσμα κατά τήν διάπραξιν τοιούτου εἴδους ἱεροσυλίας, γινομένης εἴτε ἐκ δαιμονικῆς πλεονεξίας χριστιανῶν εἴτε ἐξ ἐπιπολαίας ἀδιακρισίας, τήν ἐπιβολήν ἐκκλησιαστικῶν πνευματικῶν ποινῶν ἐκ μέρους τῶν διαδόχων τῶν θεοκηρύκων Ἀποστόλων, ἤγουν τῶν ἑκασταχοῦ Ἱεραρχῶν, ὡς τούτων ὄντων ὑπευθύνων διαχειριστῶν τῆς ἐκκλησιαστικῆς περιουσίας, ἀλλά καί ἐχόντων παρά τῆς δοθείσης αὐτοῖς χάριτος θείαν ἐξουσίαν τοῦ δεσμεῖν τε καί λύειν ὅσα ἄν ἤθελον.

Ἐπειδή οὖν ἐπ᾽ ἐσχάτων παρετηρήθη ἐπανειλημμένως τό φαινόμενον ἱεροσύλου ἀφαιρέσεως ἤ κακοσκόπου κλοπῆς ἱερῶν κειμηλίων ἐκ τῶν Ἱερῶν Ναῶν τῶν διαφόρων ἐνοριῶν τοῦ Θρόνου, προσέτι δέ καί ἡ προσπάθεια ὑφαρπαγῆς καί ζημιογόνου ἐκμεταλλεύσεως ὑπό τινων προσώπων πρός ἴδιον ὄφελος ἐκκλησιαστικῆς καί κοινοτικῆς ὁμογενειακῆς κτηματικῆς ἤ ἄλλης περιουσίας, πάντων τούτων ὄντων εὐλαβείας καί φιλογενείας ἀφιερωμάτων τῶν μακαρίων καί ἀοιδίμων προπατόρων ἡμῶν, ἡ περί ἡμᾶς Ἁγία καί Ἱερά Σύνοδος, μεριμνῶσα κατά τό ὅ κατέχει δικαίωμα καί χρέος διαφυλάξεως τῶν ὅσων τῷ οἱῳδήποτε τρόπῳ ἀφιερώθησαν ταῖς Ἱεραῖς Μοναῖς, Ναοῖς, Προσκυνήμασι καί Ἐκκλησιαστικοῖς Ἱδρύμασιν, ἅπασι τελοῦσιν ὑπό τήν εὐθύνην καί ἐπίβλεψιν τῆς Μητρός Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἀπεφάσισεν ὅπως ἐκδῷ τόν παρόντα ἐκκλησιαστικόν ἀφορισμόν καθ᾽ ὅν:

Πάντες οἵτινες, παρά πάντα κανόνα πίστεως καί δικαίου, ἀπετόλμησαν ἀφαιρέσαι τι ἐκ τῶν τῷ Θεῷ ἀφιερωθέντων, εἴτε ἐξ ἀνθρωπίνης συναρπαγῆς, εἴτε ἐκ δαιμονικῆς ὑποβολῆς ἤ καί ἐκ λόγων ἀσεβοῦς ἀδιαφορίας πρός τήν Ἐκκλησίαν καί τήν Πίστιν, ἐφ᾿    ὅσον χρόνον κατακρατῶσι καί ἕως οὗ παραδώσωσι καί τό παραμικρόν ἐξ ὅσων ἀφῃρέθησαν τῇ Ἐκκλησίᾳ καί ἄχρι τῆς ἀναμενομένης καί εὐχομένης γνησίας μετανοίας αὐτῶν, νά ὦσιν ἀφωρισμένοι καί κατηραμένοι παρά Θεοῦ Παντοκράτορος καί ἐν τῷ παρόντι βίῳ καί ἐν τῇ μελλούσῃ αἰωνιότητι. Τῷ τοιούτῳ ἀναθέματι καί ἀφορισμῷ ὑπόκεινται, ὡς εἰκός, καί πάντες οἱ συνεργοί ἐν τῷ ἀδικήματι τῆς ἱεροσυλίας, ὡς καί οἱ γινώσκοντες σχετικῶς περί αὐτῆς καί ἀποκρύπτοντες τούς ἐνόχους, ὄντες καί οὗτοι κατά τήν συνέργειαν τοῦ ἀδικήματος ἱερόσυλοι.

Ἐλπίδι ἀγαθῇ προσδοκῶντες τήν μετάνοιαν καί σωτηρίαν καί ἀπαλλαγήν ἀπό τῶν δεινῶν συνεπειῶν τοῦ ἀναθέματος παντός μέχρι τοῦδε ὀλισθήσαντος εἰς τό τῆς ἱεροσυλίας ἀνοσιούργημα, εὐχόμεθα τῷ Κυρίῳ ὅπως δώσῃ μετάνοιαν παντί ὑπαιτίῳ καί κατευθύνῃ τήν καρδίαν αὐτοῦ εἰς τό κλαῦσαι πικρῶς καί ἐπανορθῶσαι τό σφάλμα διά τῆς ἐπιστροφῆς τῶν ἱερῶν πραγμάτων καί κειμηλίων, ὧν τήν ἀφαίρεσιν ἀπετόλμησε, καί διά τῆς ἀποδόσεως τῶν περιουσιακῶν στοιχείων ὧν τήν κυριότητα κατεχράσθη.
Ἐν ἔτει σωτηρίῳ βδ´, κατά μῆνα Αὔγουστον (κθ´)         
Ἐπινεμήσεως ΙΒ´
+ Ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος

+ὁ Ἐφέσου Χρυσόστομος                             
+ὁ Νικαίας Ἰωάννης
+ὁ Κρήτης Τιμόθεος
+ὁ Προύσης Διονύσιος
+ὁ Κώου καί Νισύρου Αἰμιλιανός                                                                 
+ὁ Ἀμερικῆς Δημήτριος
+ὁ Θυατείρων καί Μ. Βρεταννίας Γρηγόριος
+ὁ Δέρκων Κωνσταντῖνος
+ὁ Θεοδωρουπόλεως Γερμανός             
+ὁ Ἴμβρου καί Τενέδου Κύριλλος
+ὁ Πριγκηποννήσων Ἰάκωβος
+ὁ Σεβαστείας Δημήτριος