[English] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Church calendar
Icons
Byzantine music
Contact details

Ἀρχική σελίς
Ἀρχική σελίς

Πατριαρχική καί Συνοδική Πρᾶξις
τῆς ἐν τῷ Ἁγιολογίῳ
τῆς Ὀρθοδόξου Ἐκκλησίας Κατατάξεως
τοῦ ἐν Ἱερομονάχοις
Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου

Ἐπιστροφή
Ἐπιστροφή

Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις Αὐτοῦ.
(Ψαλ. 67, 36)

Τούς ἐπ᾿ ὤμων ἄραντας τόν τοῦ Κυρίου σωτήριον Σταυρόν καί τρόπαιον νίκης κατά τοῦ κοσμοκράτορος τοῦ αἰῶνος τούτου λαμπρῶς ἐνστησαμένους, καί τήν δύναμιν Αὐτοῦ ἀηττήτοις καμάτοις θριαμβεύσαντας, τόν τε ἆθλον τῆς ἀρετῆς ἀγωνισαμένους γενναίως, ὁσίαις μνήμαις  γεραίρειν  πάντες ὀφείλομεν καί ἐκθειάζειν τιμαῖς ἐτησίαις, ὡς τῷ τῆς ὑπομονῆς καί τῆς καρτερίας στεφάνῳ ἀναδησαμένους θεόθεν, καί συντάττειν τῷ χορῷ καί καταλόγῳ τῶν ὁσίων καί εὐκλεῶς ὑπό τῆς Ἐκκλησίας τό εὐαγές καρπουμένων μνημόσυνον, ὅσιον καί τῷ τῆς Ἐκκλησίας πληρώματι λυσιτελέστατον πέφυκεν• αὕτη γάρ ἡ μέχρι τέλους ἀνδρική καρτερία, τό ἀκαταμάχητον ὅπλον τῆς Θείας Χάριτος, ὡς θεουργός ἀρετή, δι᾿ ἧς τῆς εὐσεβείας ἡ τελειότης τοῖς νικηταῖς τοῦ Χριστοῦ στρατιώταις  χαρακτηρίζεται, σῴζειν οἶδεν εἴ τι καί ἄλλο τούς θεοφρόνως ταύτην ἐξασκήσαντας, καί πρός μακάριον τέλος ἐπάγειν, καί ἀειμνήστους ἀποτελεῖν• ἡ ἀλήθεια οὕτω• καί γάρ οἱ πρό Νόμου καί οἱ μετά τήν τῆς Χάριτος ἔλευσιν δι᾿ αὐτῆς ἀθλήσαντες παρά Θεοῦ ἐδοξάσθησαν καί ὡς θεοφεγγεῖς φωστῆρες μέχρι περάτων τῆς Οἰκουμένης ὑπέρ λόγον ἐξέλαμψαν μαρτυρηθέντες ἄνωθεν κρεῖττον ἤ κατ᾿ ἀπόδειξιν, ὑπερφυέσι σημείοις καί ξένοις θαύμασι διά τήν ἐν αὐτοῖς πλημμυρίσασαν τοῦ Πνεύματος πλουσίαν Χάριν καί Δύναμιν• ἀντιδοξάζει γάρ Κύριος ἀσυγκρίτως τούς Αὐτόν δι᾿ ἀθλήσεως δοξάσαντας, καί στεφανοῖ μέν αὐτούς ἀειθαλέσι καί ἀμαράντοις ἄνθεσι τῆς οὐρανίου δόξης καί ἐλλάμψεως κατοπτριζομένους τό ἀμήχανον κάλλος τῆς τρισηλίου θεότητος, κατά τό μέτρον τῆς ἑκάστου ἀξίας, σταθμοῖς ἀρρήτοις τῆς θείας Αὐτοῦ εὐθύτητος. Ἐκφαντορικοῖς δέ πάλιν τερατουργήμασι καί τοῖς κατά κόσμον πιστοῖς καταφανεῖς αὐτούς ἀπεργάζεται δι᾿ αὐτῶν θαυματουργῶν τά παράδοξα, ἔνθεν τοι καί κατά χρέος τοῖς εὐσεβέσιν ἄγαν πρόκειται πᾶσι, κατά τό ἀρχαῖον κανονικόν καί ἀπαραίτητον χρέος τῆς Ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πανηγυρίζειν φαιδρῶς τούς ἁπανταχοῦ ἐν ἄθλοις πίστεως καί ἀγάπης καί προσφορᾶς διαπρέψαντας, ἐν γλαφυροῖς ἐγκωμίοις γεραίρειν αὐτούς καί ἐνδόξοις σεμνολογήμασιν, ὡς ἀξίους ἀναφανέντας ὑπουργούς τῆς πολυπόνου ἀσκήσεως, δι᾿ ἧς ἑαυτούς μέν ὑπερεδόξασαν, πᾶσι δέ τοῖς μετ᾿ εὐλαβείας αὐτούς ἐπικαλουμένοις παρά Θεοῦ Ἔλεος καί σωτηρίαν εὐχερῶς ἀναπορθμεύουσιν.

Ἐπειδή τοιγαροῦν προσηνέχθησαν ἡμῖν  καί τῇ περί ἡμᾶς Ἁγίᾳ καί Ἱερᾷ Συνόδῳ ἀναφοραί τῆς τε ἁρμοδίας παρ᾿ ἡμῖν Κανονικῆς Ἐπιτροπῆς καί ἱκαναί δέλτοι καί μαρτυρίαι τοῦ τῶν Ὀρθοδόξων πληρώματος, καθ᾿ ἅς τοιοῦτος τόν βίον καί τήν πολιτείαν κατεδείχθη, ἐξόχοις δ᾿ ἀρετῆς κατορθώμασι διακέκριται καί ὁ ἐν τῇ Ἱερᾷ Σκήτῃ τῆς Ἁγίας Τριάδος τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους Ἄθω δωδεκαετής που προσελθών καί τά τῆς ἀσκήσεως σκάμματα μετά προθυμίας, ζήλου, χαρᾶς ἐν Κυρίῳ, ἄκρας ὑπακοῆς καί ταπεινώσεως ἐν βραχεῖ χρόνῳ διανύσας Ἱερομόναχος Πορφύριος, κατά κόσμον Εὐάγγελος Μπαραϊκτάρης, ἐκ τῆς νήσου Εὐβοίας ἕλκων τήν καταγωγήν, ἀνήρ τά μάλιστα κατ᾿ ἀρετήν πολλούς τῶν προτέρων διαπρεψάντων ὑπερελάσας καί θείων δωρεῶν δαψιλείᾳ χάριτος εὐπορήσας, τό τε διορατικόν χάρισμα ἐκ τῆς νεαρᾶς ἡλικίας τῶν δέκα καί ἕξ ὡς ἔγγιστα ἐτῶν καταπλουτήσας, καί τῶν χαρισμάτων τῆς ἀδιαλείπτου προσευχῆς καί τῆς ἄκρας ταπεινώσεως διά βίου ἀσκήσας• καίτοι δέ  ψυχῇ καί διανοίᾳ παρέμεινεν ἀληθῶς ἐν Ἁγίῳ Ὄρει, ἐντολῇ  τῶν πνευματικῶν αὐτοῦ πατέρων, ἐγκατεβίωσε σώματι ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Χαραλάμπους Εὐβοίας καί ἐκεῖ θεοφιλῶς ἀσκούμενος, εὑρέθη ἄξιος τῆς ἱερωσύνης καί τῆς ἀναδοχῆς ἐξομολογήσεων, διό καί εἰς ἱερέα εἰκοσαετής προεχειρίσθη• μετά ἔτη δέ τινα, παραμένων διά βίου Ἁγιορείτης εἰς ἐφημέριον τῆς παρά τήν ἐν Ἀθήναις πλατεῖαν Ὁμονοίας Πολυκλινικῆς διορισθείς, τούς πάσχοντας συνανθρώπους παρεμύθησε καί πρός μετάνοιαν ὡδήγησε• πληρώσας δέ τριάκοντα καί τριῶν ἐτῶν διακονίαν ἐν τῇ Πολυκλινικῇ καί ἑξαετίαν ἀσκητικῆς ἐγκαταβιώσεως ἐν τῷ μονυδρίῳ τοῦ Ἁγίου Νικολάου Καλλισίων Πεντέλης, ἤρχισε, διά τῶν κανονικῶν ἀδειῶν ἐφοδιασθείς, ἀνοικοδομῶν ἱερόν γυναικεῖον ἡσυχαστήριον καί μετόχιον ἐν Μηλεσίῳ, ἐν ᾧ ἀνήγειρε μεγαλοπρεπῆ  Ἱερόν Ναόν ἐπ᾿  ὀνόματι τῆς Θείας Μεταμορφώσεως τοῦ Σωτῆρος  τιμώμενον• κατά πάντα τόν βίον αὐτοῦ ὁ Ἱερομόναχος Πορφύριος ἀκηλίδωτον διήγαγε βιοτήν, τήν ἑνότητα τῆς Ἐκκλησίας καί τῶν πιστῶν πρός ἀλλήλους καί πρός τούς ποιμένας αὐτῶν ἐδίδασκε καί ἐφήρμοζε, καθαράν τήν διάνοιαν ἀπό πάσης πικρίας καί παντός λογισμοῦ ἐναντίου τῇ ἀγάπη, τῇ συγχωρήσει, τῇ ἄκρα ταπεινώσει καί τῇ ἀνιδιοτελείᾳ διετήρησε καί τήν νοεράν προσευχήν ἀδιάλειπτον ἔσχε• πλήθη πιστῶν πρός αὐτόν ἐκ πολλῶν τῆς γῆς περιοχῶν συνέρρεον, ἵνα τάς συμβουλάς αὐτοῦ ἐνωτισθῶσι καί τῆς θεραπευτικῆς ψυχῆς καί σώματος εὐλογίας αὐτοῦ τύχωσιν• ὁ δέ Θεός τοῦ Ἐλέους καί τῆς Δικαιοσύνης τήν ἀρετήν τοῦ Ὁσίου Αὐτοῦ καί τήν ἐν αὐτῷ ἐπαναπαυομένην Χάριν Αὐτοῦ θέλων ἀποκαλῦψαι, διά πολλῶν δεινῶν ἐξ ἀνθρώπων καί ποικίλων ἀσθενειῶν ἐπέτρεψεν ὅπως οὗτος δοκιμασθῇ• ὅτε δέ τό τέλος τῆς ἐπιγείου ζωῆς αὐτοῦ ὁ Ὅσιος οὗτος ἀνήρ ἐπληροφορήθη, ἔσπευσεν ἐπανακάμψαι εἰς τό ἐν Καυσοκαλυβίοις Ἁγίου Ὄρους πρῶτον καί ἀγαπητόν καταφύγιον αὐτοῦ, ὥστε ταπεινῶς καί ἀφανῶς τελειῶσαι τόν ἐπίγειον βίον αὐτοῦ• τῇ δέ β’ Δεκεμβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ ἐνενηκοστοῦ πρώτου σωτηρίου ἔτους ὁσιακῶς ἐν ἄκρα ταπεινώσει, ἁπλότητι καί μετανοίᾳ ἐν τῇ Καλύβῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου τῆς προμνησθείσης Ἱερᾶς Σκήτης ὡς ἁγιορείτης ἐκοιμήθη, τήν ἀρχιερατικήν προσευχήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ «ἵνα ὦσιν ἕν» προφέρων, τήν δ᾿ ἑπομένην ἐν τῷ κοινῷ κοιμητηρίῳ κατά τήν ἐπιθυμίαν αὐτοῦ ἁπλῶς καί ἀσήμως κατά τήν μοναχικήν τάξιν ἐτάφη• ἔτι δέ ζῶν, ἀλλά καί μετά θάνατον, ἰσχυράν ἔσχε καί διατελεῖ ἔχων τήν ἐπίδρασιν ἐπί τῆς χριστιανικῆς συνειδήσεως τῶν πιστῶν, κατά τά καί τῇ Μητρί Ἐκκλησίᾳ γνωστά καταστάντα ἐκ τῆς μαρτυρίας πολλῶν καί ἀναμφισβητήτων μαρτυριῶν, ἱστοροῦσι δέ ἅμα αἱ περί τοῦ βίου καί τῶν διδαχῶν αὐτοῦ συγγραφεῖσαι ὑπέρ τάς τριάκοντα βίβλοι ἐν διαφόροις γλώσσαις καί διαλέκτοις, πλῆθος θεοπνεύστων συμβουλῶν, ἐνεργειῶν καί θαυματουργιῶν αὐτοῦ περιέχουσαι.

Συνδιασκεψάμενοι τοίνυν ἡ ἡμετέρα Μετριότης μετά τῶν περί ἡμᾶς Ἱερωτάτων καί ἀγαπητῶν ἐν Χριστῷ ἀδελφῶν καί συλλειτουργῶν, τῶν καί ὑπερτίμων, πρῶτον μέν τήν ἄνωθεν Χάριν καί τόν Φωτισμόν τοῦ Παναγίου Πνεύματος ἐν καρδίας ταπεινώσει καί διανοίας ὑποταγῇ θερμῶς ᾐτησάμεθα, ὅλῃ ψυχῇ τόν Θεόν δοξολογοῦντες, τόν τούς εὐαρεστοῦντας Αὐτῷ καθ’ ἑκάστην γενεάν ἐκλεγόμενον, ὑπό μελέτην δ’ εἶτα τόν ἱερόν βίον Πορφυρίου τοῦ Καυσοκαλυβίτου θέμενοι, καί ἰδόντες ἐν ἀληθείᾳ τήν τε ἄλλην ἀρετήν, τήν καθ’ ἅπαντα τόν βίον τοῦ πρᾴου, ταπεινοῦ, εἰρηνικοῦ, ἀπαθοῦς, συμπαθοῦς καί ἡσυχίου, συγχωρητικοῦ, διορατικοῦ, προορατικοῦ, ἰαματικοῦ καί τῶν θείων ἀληθειῶν μυσταγωγοῦ, τοῦ Κυρίου αὐτοῦ καί ἡμῶν Ἰησοῦ Χριστοῦ μιμητοῦ, πλήρους χάριτος καί ἀληθείας, ἀνδρός ὄντως ἁγίου κατά τε τήν τῶν γνωρισάντων αὐτόν μαρτυρίαν καί τήν ἐπιβεβαίωσιν τῶν μετά τήν ὁσιακήν κοίμησιν αὐτοῦ σημείων, ἀγλαῶς διαλάμπουσαν, καθορῶντες δέ ὅτι ἀπέδειξεν ἑαυτόν «σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθόν», καί «ἐλπίσας ἐπί τήν φερομένην ἡμῖν Χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ» ἐγένετο ἅγιος κατά τόν καλέσαντα ἡμᾶς ἅγιον, ὅτι «ὡμοίωσεν αὐτόν δόξῃ ἁγίων», ὡς ἄλλον Μωϋσῆν, ὁ ἐν τοῖς ἁγίοις θαυμαστός Θεός, ἔγνωμεν καθιερωθῆναι ἀπό τοῦ νῦν καί ἐπισήμως τήν ἕως τοῦδε αὐθορμήτως ἀναφερομένην τιμήν τῷ μακαρίῳ τούτῳ ἀνδρί  Πορφυρίῳ.

Ὅθεν, ὑπ᾿ ὄψιν λαβόντες τήν ζῶσαν καί πανορθόδοξον ταύτην μαρτυρίαν καί ἐπιθυμίαν τῆς θρησκευτικῆς συνειδήσεως τῶν πιστῶν περί τῆς ὁσιότητος καί τῆς ἁγιότητος τοῦ προειρημένου Ἱερομονάχου Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τῆς ἐρειδομένης ἐπί τῆς ἁγίας αὐτοῦ βιοτῆς, τῆς διά τοῦ λόγου καί τοῦ ἔργου αὐτοῦ διδαχῆς καί τῶν θαυματουργιῶν αὐτοῦ,  ἐκρίναμεν εὔλογον καί ἡγησάμεθα δίκαιον, τόν τοσούτοις καί τηλικούτοις παρά Θεοῦ δοξασθέντα ἀξιαγάστοις σημείοις καί θαύμασιν, ἀντιλαμβάνειν καί παρά τοῦ εὐσεβοῦς τῆς Ἐκκλησίας συστήματος τάς ὀφειλομένας ἐτησίας τιμάς καί τά ἑορτάσιμα δίκαια• οὐχ ὡς χρήζοντος τοῦ Ὁσίου τῶν ἀνθρωπίνων τιμῶν, ἀλλ᾿ ἵνα ἡμεῖς διά τάς πρός ἐκεῖνον τιμάς τόν παρά Θεοῦ ἐπισπώμεθα ἔλεον• τῷ κοινῷ δέ τῆς Ἐκκλησίας ἔθει καί τῇ μακραίωνι παραδόσει κατακολουθοῦντες, ὡς πρέπουσαν καί εὔλογον τήν ἐπιθυμίαν καί τήν κοινήν συνείδησιν τοῦ φιλοχρίστου λαοῦ ἐκρίναμεν καί ἀπεδεξάμεθα, ἐφ᾿ ᾧ καί θεσπίζομεν  Συνοδικῶς καί ἐν Ἁγίῳ ἀποφαινόμεθα καί διακελευόμεθα Πνεύματι ὅπως ὁ εἰρημένος Ἱερομόναχος Πορφύριος ὁ Καυσοκαλυβίτης συναριθμῆται τοῖς ὁσίοις καί ἁγίοις τῆς Ἐκκλησίας, τιμώμενος εἰς τόν ἅπαντα αἰῶνα παρά τῶν πιστῶν καί ὕμνοις ἐγκωμίων γεραιρόμενος κατ' ἔτος τῇ β’ Δεκεμβρίου, ἡμέρᾳ τῆς πρός Κύριον ἐκδημίας αὐτοῦ, ταῖς κανονικαῖς ἀκολουθίαις, τοῦ ἱεροῦ κλήρου καί τῶν πιστῶν ᾀδόντων καί ψαλλόντων τῷ Κυρίῳ, εἰς δόξαν Θεοῦ καί Πατρός, τοῦ ἐπιβραβεύσαντος ἐκ τοῦ πλούτου τῆς χρηστότητος Αὐτοῦ τόν τοιοῦτον ἀτίμητον θησαυρόν τοῖς Ὀρθοδόξοις πιστοῖς, ἐν βεβαιότητι περί τῆς ἁγιότητος καί τῆς πρός Θεόν παρρησίας αὐτοῦ ἐπικαλουμένοις καί τῶν πρός αὐτόν αἰτημάτων ἱκανοποίησιν παρέχοντος,  ὡς πολλά ἰσχυούσης τῆς δεήσεως καί μεσιτείας αὐτοῦ πρός τόν φιλάνθρωπον Θεόν, ὑπέρ ἀφέσεως ἁμαρτιῶν, ἰάσεως ἀσθενειῶν, προστασίας καί στηρίξεως ἐν τῇ πίστει καί, συνελόντι εἰπεῖν, ὑπέρ ὠφελείας ψυχικῆς τε καί σωματικῆς τοῦ χριστωνύμου πληρώματος.

Εἰς ἔνδειξιν δέ τούτου καί βεβαίωσιν ἐγένετο καί ἡ παροῦσα Πατριαρχική καί Συνοδική ἡμῶν Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ Ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐν ἴσῳ δέ καί ἀπαραλλάκτῳ ἀποσταλεῖσα τῇ  Ἱερᾷ Κοινότητι τοῦ Ἁγίου Ὄρους, πρός ἐπ' ἐκκλησίας ἀνάγνωσιν, κατάθεσιν δ' εἶτα καί ἀσφαλῆ τήρησιν ἐν τοῖς ἀρχείοις αὐτῆς.

Δεόμεθα δέ τοῦ Κυρίου, ταῖς πρεσβείαις τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, Ἀθανασίου καί Πέτρου καί Νικοδήμου τῶν Ἀθωνιτῶν, καί πάντων τῶν εὐαρεστησάντων Αὐτῷ ἐπωνύμων καί ἀνωνύμων Ἁγιορειτῶν Ἁγίων, εὐλογεῖν ἐς ἀεί τούς ἐπικαλουμένους τήν μεσιτείαν αὐτοῦ Ὀρθοδόξους χριστιανούς, χειραγωγεῖν δέ πάντας ἡμᾶς ἐπί τήν ὁδόν τῆς σωτηρίας καί ἐκχέειν τήν Χάριν Αὐτοῦ δαψιλῆ ἐφ᾿ ἡμᾶς πάντας. Ἀμήν.

Ἐν ἔτει σωτηρίῳ βιγ’, κατά μῆνα Νοέμβριον κζ’
Ἐπινεμήσεως Ζ’