[English] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Church calendar
Icons
Byzantine music
Contact details

Ἀρχική σελίς
Ἀρχική σελίς

Πατριαρχική καί Συνοδική Πρᾶξις
Ἀναγραφῆς εἰς τό Ἁγιολόγιον
τῆς Ὀρθοδόξου Ἐκκλησίας
τοῦ Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου

Ἐπιστροφή
Ἐπιστροφή

«Καί ἔσται ὁ ἀνήρ, ὅν ἄν ἐκλέξηται Κύριος, οὗτος ἅγιος»
(Ἀριθμ. ις΄ 7)

Ὄρος τοῦ Θεοῦ, ὡς ἀληθῶς• Ὄρος Ἅγιον καί κλῆρος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου ὁ οὐρανογείτων Ἄθως• στάδιον πνευματικῶν ἀγώνων, τόπος ἀσκήσεως, μετανοίας καί προσευχῆς καί ἐργαστήριον ἁγιότητος τῶν ἐν αὐτῷ ἐνασκουμένων ἀνά τούς αἰῶνας ἀναριθμήτων ἀσκητῶν, μιγάδων καί μοναστῶν, ἀνωνύμων καί ἐπωνύμων• καύχημα καί στέφανος τῆς Μητρός Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ὑπό τήν κανονικήν καί πνευματικήν δικαιοδοσίαν καί διαρκῆ ἐκκλησιαστικήν μέριμναν καί φροντίδα αὐτῆς• ἀλλά καί ἀέναος προσευχητική δέησις ὑπέρ τῆς Οἰκουμένης μυστικῶς ἀρδευομένης ὑπό τῶν ἀδιαλείπτως νυχθημερόν  ἀναπεμπομένων ὑπό μοναστῶν εὐχῶν καί δεήσεων «ὑπέρ τῆς ἄνωθεν εἰρήνης καί τῆς σωτηρίας τῶν ψυχῶν» τῶν ὅπου γῆς Ὀρθοδόξων Χριστιανῶν ἀλλά καί «ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καί εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν». Πλεῖστοι ὅσοι οἱ θεοφιλῶς ἀσκήσαντες καί τελειωθέντες, μετά τόν πρῶτον γνωστόν Ἅγιον Πέτρον τόν Ἀθωνίτην, ἐν αὐτῷ, οἵτινες ἀνεδείχθησαν σκεύη ἐκλεκτά τοῦ Ἁγίου Πνεύματος, διά τῶν ἀσκητικῶν ἱδρώτων καί θεοφιλῶν καμάτων, κοσμηθέντες δέ διά ποικίλων ἐκτάκτων θείων χαρισμάτων ὡς τό τῆς προοράσεως, τῆς θαυματουργίας, τῆς διακρίσεως τῶν πνευμάτων, τῆς ἀπλανοῦς πνευματικῆς καθοδηγίας, τοῦ παρακλητικοῦ λόγου καί πλείστων ἄλλων, κοσμοῦντες νῦν τόν πολυάστερον οὐρανόν τοῦ καθ᾿ ἡμᾶς Ὀρθοδόξου ἑορτολογίου καί γενόμενοι αἰώνιοι ὁδηγοί πρός τήν Βασιλείαν τῶν οὐρανῶν.

Αὐτοῦ τούτου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν διαβεβαιώσαντος διά τοῦ ἀνθρώπου Αὐτοῦ τόν ἱερέα Ἠλεί καί διαχρονικῶς πάντα πιστεύοντα τῷ Νόμῳ Αὐτοῦ «τούς δοξάζοντάς με δοξάσω», ὡς ἐν τῇ βίβλῳ Α΄ τῶν Βασιλειῶν, κεφαλαίῳ β΄, στίχῳ λ΄ γέγραπται, ἡ καθ᾿  ἡμᾶς  Μήτηρ Ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία ἀρχῆθεν τῆς ἐν τῷ κόσμῳ  σωτηριώδους στρατείας αὐτῆς οὐκ ἐπαύσατο ἀναγνωρίζειν τοιαῦτα θεῖα καί ἅγια σκεύη τοῦ Πνεύματος, ἀγγέλους μᾶλλον εἰπεῖν ἤ ἀνθρώπους, δοξάσαντας τρόποις, λόγοις καί ἔργοις ποικίλοις τόν ἐπουράνιον Πατέρα, ὅθεν καί ἐδόξασε καί δοξάζει καί ἄχρι τέλους αἰώνων θέλει δοξάζειν αὐτούς ὡς ἐμπρέπει Ἁγίοις.

Παύλου δέ τοῦ Ἀποστόλου διακηρύττοντος ἐν τῇ πρός Ρωμαίους Ἐπιστολῇ αὐτοῦ, κεφαλαίῳ ε΄, στίχῳ κ΄καί κα΄, «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ Χάρις» καί τῆς πραγματικότητος ταύτης ἀκαταπαύστως καί κατά τήν σύγχρονον ἐποχήν βιουμένης ὑπό τῆς Ἐκκλησίας διά τῆς ἀπειραρίθμου στρατιᾶς τῶν ἀναδεικνυομένων καθ᾿ ἑκάστην, γνωστῶν καί ἐν πολλοῖς ἀφανῶν, ὁσίων καί ἁγίων μορφῶν, διά τῆς ἄρσεως τοῦ προσωπικοῦ αὐτῶν σταυροῦ ἑπομένων τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ διά τοῦ σταυρικοῦ Αὐτοῦ θανάτου καταργήσαντι τόν τό κράτος ἔχοντα τοῦ θανάτου καί διά τῆς ἐνδόξου Αὐτοῦ Ἀναστάσεως δωρησαμένῳ τήν αἰώνιον ζωήν παντί τῷ βουλομένῳ, ἡμεῖς, διαπιστοῦντες  τήν τοιαύτην ἀδιάκοπον θείαν εὐεργεσίαν τοῦ Ἀρχηγοῦ τῆς Πίστεως ἡμῶν σύν τῷ  Ἱερῷ Ψαλμωδῷ  ἐκπληττόμενοι ἀναφωνοῦμεν «Τίς Θεός μέγας ὡς ὁ Θεός ἡμῶν; Σύ εἶ ὁ Θεός ὁ ποιῶν θαυμάσια» (Ψαλμός οδ΄, στ. ιδ΄-ιε΄)  καί «Μέγας εἶ, Κύριε, καί θαυμαστά τά ἔργα Σου καί οὐδείς λόγος ἐξαρκέσει πρός ὕμνον τῶν θαυμασίων Σου».

Τοιοῦτος γάρ συνεχιστής τῆς παραδόσεως ἁγιότητος καί κενωτικῆς προσφορᾶς τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, τοῦ ἤθους καί τοῦ φρονήματος αὐτῆς, ἀνεδείχθη, μεταξύ πολλῶν ἄλλων ἀνωνύμων ἐν ὄρεσι καί ἀποκρήμνοις σπηλαίοις καί ὀπαῖς τῆς γῆς ἐνασκησαμένων καί τελειωθέντων ἁγιορειτῶν ἀκητῶν,  ἐπ᾿ ἐσχάτων τῶν καθ᾿ ἡμᾶς χρόνων θεοφόρος ἀσκητής καί πολυχαρισματικόν ὄργανον τῆς Παναγίας Τριάδος ὁ ἐκ τῆς Ἁγιοτόκου Καππαδοκίας μέν ἕλκων τήν κατά σάρκα καταγωγήν, ἐν δέ τῷ Περιβολίῳ τῆς Κυρίας  ἡμῶν Θεοτόκου τόν μονήρη βίον ἀσκήσας ἐν ἀγῶσι καί ἐν δάκρυσι πολλοῖς ὁσιώτατος Μοναχός  Παΐσιος, κατά κόσμον Ἀρσένιος Ἐζνεπίδης, δι᾿ ἐκτάκτων χαρισμάτων κοσμηθείς παρά Κυρίου, στῦλος ἀληθής καί παρακλήτωρ πιστῶν ἀναδειχθείς καί δοξάσας διά τοῦ θαυμαστοῦ βίου αὐτοῦ τόν Πατέρα ἡμῶν τόν ἐν οὐρανοῖς. Τοιαύτης εὐαγγελικῆς τελειότητος, σπουδῇ καί ἀρετῶν συντονίᾳ, ἠξιώθη μεμαρτυρημένως ὑπό τῆς ἀλανθάστου συνειδήσεως τῶν πιστῶν ὁ ἐκ χώρας Καππαδοκῶν μοναχός Παΐσιος, τοὐπίκλην Ἐζνεπίδης, διανύσας ἐπί ἥμισυ καί πλέον αἰῶνος τήν ἀσκητικήν καί ἐν πτωχείᾳ καί στερήσεσι τρίβον, τό μοναχικόν τριβώνιον περιβληθείς ἐν Ὄρει τῷ Ἁγίῳ•  ἀντιταχθείς διά βίου παντός τῷ κοσμοκράτορι τοῦ αἰῶνος τούτου• μαρτυρήσας τήν καλήν ὁμολογίαν καί τήν ἀμώμητον Ὀρθόδοξον  πίστιν κρατύνας• τήν Ἐκκλησίαν καί τήν δόξαν αὐτῆς λαμπρύνας ὅτι «πῦλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς»∙ ἀναλωθείς ἔργῳ ἐμπράκτῳ καί πράξει ἐλλόγῳ ἐν τῇ ὑπακοῇ τοῦ Χριστοῦ καί τῇ ἀγάπῃ πρός τόν Θεόν καί πρός τόν πλησίον. Οὗτος,  ὁσιότητι καί ἁγιότητι βίου πολιτευθείς, τύπος τοῦ κατά Χριστόν πολιτεύματος καί ἀρετῆς ζῶσα εἰκών ἀποβάς, διδαχῇ πλήθους ὀρθοδόξων διδάσκαλος καί πνευματικός καθοδηγητής καταστάς, ἑαυτόν παρέστησε καί ἀνέδειξεν, εἰς ὑψηλά πνευματικά μέτρα ἀνελθών, σκεῦος  τοῦ Παναγίου Πνεύματος, τιμηθείς δέ παρά Θεοῦ  διά τοῦ χαρίσματος ἰάσεως ἀσθενῶν καί πασχόντων. 

Νῦν δέ ὁσημέραι πληθυνομένης τῆς ἐκ τοῦ τάφου τοῦ μακαριστοῦ ἀσκητοῦ ἐκχεομένης εὐλογίας καί ἐπιτελουμένων συνεχῶς θαυμαστῶν σημείων καί θεραπειῶν σωματικῶν καί ψυχικῶν νόσων, ἡ περιρρέουσα πίστις πάντων τῶν ἀπειραρίθμων Ὀρθοδόξων πιστῶν παρεκίνησε τήν ἡμετέραν Μετριότητα, ἀξιωθεῖσαν ὅπως ἰδίοις ὄμμασι καί αἰσθήσεσι γνωρίσῃ καί πνευματικῶς συνδεθῇ μετά τοῦ Μοναχοῦ Παϊσίου καί αὐτοψί διαπιστώσῃ τήν γενικήν ἐκκλησιαστικήν συνείδησιν περί τῆς ἁγιότητος τοῦ ἐκλεκτοῦ τούτου τοῦ Θεοῦ, μετ᾿ ἐπισταμένην μελέτην καί σχετικήν εἰσήγησιν τῆς Συνοδικῆς Κανονικῆς Ἐπιτροπῆς, ἵνα μετά τῶν περί ἡμᾶς Ἱερωτάτων Μητροπολιτῶν καί ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καί συλλειτουργῶν, Συνοδικῶς θεσπίσωμεν καί ὁρίσωμεν καί ἐν Ἁγίῳ διακελευσώμεθα Πνεύματι, ὅπως ἀπό τοῦ νῦν καί εἰς τό ἑξῆς εἰς αἰῶνα τόν ἅπαντα ὁ εἰρημένος ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω ἀσκητικῶς τήν πορείαν τοῦ βίου βαδίσας Μοναχός Παΐσιος συναριθμῆται τοῖς Ὁσίοις Πατρᾶσι καί Ἁγίοις τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας, ἐτησίαις ἱεροτελεστίαις  τιμώμενος καί ὕμνοις ἐγκωμίων γεραιρόμενος τῇ ιβ’ τοῦ μηνός Ἰουλίου, καθ᾿ ἥν ἡμέραν τό πνεῦμα Αὐτοῦ τῷ Δικαιοκρίτῃ Κυρίῳ τῆς Ζωῆς εἰρηνικῶς παρέθετο.

Εἰς ἔνδειξιν δέ τούτου καί βεβαίωσιν ἐγένετο καί ἡ παροῦσα Πατριαρχική ἡμῶν καί Συνοδική Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ Ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐν ἴσῳ δέ ἀπαραλλάκτῳ σταλεῖσα τῇ Ἱερᾷ Κοινότητι τοῦ Ἁγίου Ὄρους, πρός ἐπ᾿ ἐκκλησίας ἀνάγνωσιν καί κατάθεσιν εἶτα ἐν τοῖς Ἀρχείοις αὐτῆς.

Ἐν ἔτει σωτηρίῳ ,βιε’, κατά μῆνα Ἰανουάριον ιβ’
ΕΠΙΝΕΜΗΣΕΩΣ Η’