[English] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Church calendar
Icons
Byzantine music
Contact details

Ἀρχική σελίς
Ἀρχική σελίς

Ὁμιλία τῆς Α.Θ.Παναγιότητος, τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.κ. Βαρθολομαίου ἐν τῷ Ἱ. Ναῷ τοῦ Ἁγ. Ἰσαακίου Πετρουπόλεως (Τῶν Ἁγίων Πάντων, 30 Μαΐου 2010).

Ἐπιστροφή
Ἐπιστροφή

Ὀρθῶς ὁ προφητάναξ Δαυΐδ προανεφώνησεν ὅτι «παρά Κυρίου τά διαβήματα ἀνθρώπου κατευθύνεται» (Ψαλμός 36, 23). Τά διαβήματα ὅθεν τῆς ἡμετέρας Μετριότητος μετά καί τῆς τιμίας συνοδείας ἡμῶν κατηυθύνθησαν παρά Κυρίου καί ἰδού ἤλθομεν ταπεινοί προσκυνηταί τῶν ἐν τῇ εὐλογημένῃ γῇ τῆς Ρωσσίας ἱερῶν θησαυρισμάτων.

Καί τανῦν εὑρισκόμεθα εἰς πόλιν ἁγίαν, τήν τοῦ Μεγάλου Πέτρου πόλιν, τήν ἁγίαν καί ἡρωϊκήν ἐν ταὐτῷ. Οὐδείς δικαιοῦται ἵνα ἀμνημονήσῃ τήν πανθαύμαστον ἀντίστασιν τοῦ λαοῦ τῆς πόλεως ταύτης ἐναντίον τῆς πανισχύρου καί καταστροφικῆς δυνάμεως τοῦ Ναζισμοῦ.

Φρικιᾷ τις ὅταν εἰς παλαιά ἐπίκαιρα παρουσιάζεται, ὅσον τό δυνατόν, ὁ ἄπελπις ἀλλά καί πεισματικός ἀγών τῶν ἐντός τῆς πόλεως ἐναπομεινάντων κατά τήν πολιορκίαν τῶν ἐννεακοσίων ἡμερῶν. Ἀντιμετώπισεν ἀναριθμήτους ἐφόδους, ἀνηλεεῖς βομβαρδισμούς, καταιγισμούς σφυροκοπημάτων διά τηλεβόλων τελειοτάτου τύπου σκορπιζόντων τόν ὄλεθρον. Ἐμέτρησεν ἑκατόμβας θυμάτων, ἕν ἑκατομμύριον κατά τούς μετριωτέρους ὑπολογισμούς, ἔζησε λιμόν φοβερόν καί λοιμόν βροτολοιγόν, ἀλλ᾿ ἔμεινεν ἀπαρασάλευτος, ὡς ὁ φρουρός ἐκεῖνος πύλης τινός τῆς Πομπηΐας, ὅστις οὐδέ βῆμα ποδός ἀπέστη τῆς θέσεως αὐτοῦ καίτοι ἡ τά πάντα κατακαίουσα λάβα κατεκάλυπτεν αὐτόν.

Γέγονεν οὕτω μία πόλις σύμβολον ἡρωϊσμοῦ, ἐγκαρτερήσεως καί πίστεως εἰς τά ἰδανικά τῆς ἐλευθερίας.

Ἀπό τῆς ἱδρύσεως αὐτῆς ὑπό τοῦ Μεγάλου Πέτρου ἐν ἔτει σωτηρίῳ 1703ῳ ἤλλαξε τετράκις ὄνομα ἀκολουθοῦσα τάς πολιτικάς μεταβολάς, ἀλλ᾿ οὐδ᾿ ἐπί στιγμήν ἀντήλλαξε τήν πατρῴαν εὐσέβειαν.

Δεῖγμα ἀψευδές ἡ εὐεργετική παρουσία τοῦ Ἁγίου Ἰωάννου τῆς Κρονστάνδης. Ἡ μνήμη αὐτοῦ παραμένει ἐναργής, τά θαύματα συνεχίζονται καί αἱ πρεσβεῖαι αὐτοῦ πρός Κύριον σκέπουσι τήν πόλιν ταύτην ἕως τοῦ νῦν καί ἕως οὗ ὁ Κύριος τῆς δόξης ἔλθῃ.

Πρόσχες δέ καί εἰς συγκυρίαν ἀγαθήν. Ἡ γέννησις τοῦ προμνησθέντος Μεγάλου Πέτρου τῇ 30ῇ Μαΐου τοῦ ἔτους 1672 γέγονεν αἰτία ἵνα ἀνεγερθῇ ναός εἰς τιμήν τοῦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἑορταζομένου Ἁγίου, τοῦ Ὁμολογητοῦ καί Ὁσίου Ἰσαακίου.

Ἦν δέ οὗτος ὁ Ἅγιος, Σῦρος μέν τήν καταγωγήν ἀλλά τῆς Κωνσταντίνου πόλεως οἰκήτωρ. Ἡ ὑπ᾿ αὐτοῦ ἱδρυθεῖσα Μονή κατά τούς χρόνους Θεοδοσίου τοῦ Μεγάλου, κειμένη ἔξω τῆς πύλης τοῦ Σατορνίνου τῶν τειχῶν τοῦ Μεγάλου Κωνσταντίνου ἐν τῇ συνοικίᾳ τῶν Αὐρηλιανῶν τῇ ἐπί τοῦ ἑβδόμου λόφου, τοῦ καί Ξηρολόφου ἐπικαλουμένου, ὑπῆρξεν ἐπί αἰῶνας πολλούς κέντρον πνευματικόν ἐξάκουστον. Ἦν δέ ὁ ὅσιος καί ὁμολογητής σθεναρός ἀντιπαραταχθείς πρόσωπον πρός πρόσωπον πρός τόν ἀρειανίζοντα αὐτοκράτορα Οὐάλεντα.

Ἤλθομεν λοιπόν καί ἡμεῖς ἵνα προσκυνήσωμεν τόν συμπολίτην ἡμῶν Ἅγιον, καθ᾿ ὅτι οὐδ᾿ ἴχνος τῆς Μονῆς αὐτοῦ σῴζεται, καί ἵνα ἀποθαυμάσωμεν τόν εἰς τιμήν αὐτοῦ μεγαλοπρεπῆ καί ὑπερμέγιστον Ναόν, ὅν ἡ εὐλάβεια τῶν προγόνων ὑμῶν ἀνήγειρε διά φιλοτίμου βεβαίως αὐτοκρατορικοῦ «ἀποκομβίου» καί ὅστις πολλάς περιπετείας ὑπέστη, γενόμενος ἀκόμη καί ἀθεΐας μουσεῖον. Ἀλλά ζῇ Κύριος! Διέλυσεν ἐπινοίας ἀφρόνων τῶν διαλαλούντων διατόρως ὅτι «οὐκ ἔστι Θεός» ὡς κονιορτόν ἀπό ἅλωνος θερινῆς (Δανιήλ 2, 35).

Τυγχάνει, ὅθεν, ὁ Ἅγιος Ἰσαάκιος εἷς κρῖκος ἰσχυρός ἐκ τῶν πεντήκοντα χρυσῶν κρίκων δι᾿ ὧν συνάπτονται ἀρρήτως αἱ δύο αὐλαῖαι, αἱ Ἐκκλησίαι τῆς Κωνσταντίνου Νέας Ρώμης καί τῆς Ρωσσίας εἰς σκηνήν μίαν (πρβλ. Ἐξόδου 26, 6). Ἡ ἀδιάρρηκτος αὕτη ἑνότης ἐν τῇ πίστει, ἐν ταῖς παραδόσεσιν, ἐν τῇ ἐκκλησιαστικῇ τάξει, ἀπαίτησίς ἐστι τοῦ Παναγίου Πνεύματος, ὅπερ «εἰς ἑνότητα πάντας ἐκάλεσε», συγκροτοῦν ὅλον τόν θεσμόν τῆς Ἐκκλησίας. Αὕτη γάρ «κῆπός ἐστι κεκλεισμένος» (Ἆσμα Ἀσμάτων 4, 12). Ὁ φραγμός τοῦ ἱεροῦ τούτου κήπου οὐ καθαιρεθήσεται ποτέ, οὐ σῦς ἐκ δρυμοῦ λυμανθήσεται, οὐδέ μονιός ἄγριος κατανεμήσεται τοῦτον (πρβλ. Ψαλμ. 79, 14). Ἐκκλίνει παρεμβολάς ἀλλοτρίων (Ἑβραίους 11, 34), ἡ δέ μάνδρα αὐτοῦ λύκοις ἐστίν ἀνεπίβατος.

Πολλά ἔχομεν εἰπεῖν διά τήν πλουσιοπάροχον ξενίαν, διά τήν ἀγάπην τοῦ Μακαριωτάτου Πατριάρχου Μόσχας καί πάσης Ρωσσίας, ἡμῖν δέ ἀγαπητοῦ ἀδελφοῦ κυρίου Κυρίλλου, διά τάς ἐπιδαψιλεύσεις τοῦ Ἱερωτάτου Μητροπολίτου Ἁγίας Πετρουπόλεως καί Λαντόγκας κ. Βλαδιμήρου, διά τήν ὑποδοχήν τοῦ εὐσεβοῦς καί εὐλογημένου λαοῦ˙ ὅμως, ἵνα τοῦ προκατόχου τῆς ἡμετέρας Μετριότητος, τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Γρηγορίου τοῦ Θεολόγου μνησθῶμεν, «τόν πῶλον περί τήν νύσσαν κεντῶμεν ἵνα μή τοῦ λόγου παρατεινομένου, ἀηδής γένηται διά τόν κόρον» (Λόγος εἰς τό Γενέθλιον τοῦ Σωτῆρος).

Εὐχαριστοῦμεν ἐκ μέσης καρδίας δι᾿ ὅσα εἴδομεν, ἀκηκόαμεν καί ᾐσθάνθημεν. Εὐλογοῦμεν ἀμφοῖν χεροῖν ὑμᾶς πάντας. Δεόμεθα πρός Κύριον ἵνα χαρίζηται ὑμῖν πᾶσι, ποιμέσι καί ποιμαινομένοις, ἄρχουσι καί ἀρχομένοις, ὑγιείαν ἀστεμφῆ ἐν ἔργοις ἀγαθοῖς, δι᾿ ὦν δοξάζεται τό πάντιμον καί μεγαλοπρεπές ὄνομα τοῦ Οὐρανίου ἡμῶν Πατρός.

Μετά χειμῶνα βαρύν, τό ἔαρ ἦλθεν εἰς τήν Ρωσσικήν γῆν, «ἔαρ φυσικόν, ἔαρ πνευματικόν, ἔαρ ψυχῶν», καθ᾿ ἅ φησιν ὁ πρότριτα μνημονευθείς Ἅγιος Γρηγόριος (Λόγος εἰς τήν Καινήν Κυριακήν).

Μείνατε ἀπαρασάλευτοι ἐν τῇ ἁγίᾳ Ὀρθοδόξῳ πίστει. Ἐξαιτούμεθα τάς ἐκτενεῖς προσευχάς ὑμῶν διά τήν ἐν Κωνσταντινουπόλει πρωτόθρονον Ἐκκλησίαν τήν ἀπό αἰώνων δοκιμαζομένην καί ἐσταυρωμένην. Εὐχήθητε ἵνα μή ἐκλείψῃ πώποτε ὁ καμψάκης τοῦ ἐλαίου ἀπό τοῦ Φαναρίου τοῦ καί ὑμᾶς ποτε φωτίσαντος. Ἵνα μή γίνῃ λίνος τυφόμενος ἐλλείψει ἐλαίου (Ματθ. 5, 5). Πλήν, ἡ ἐλπίς ἡμῶν ὁ Πατήρ ἐστι, καταφυγή ἡμῶν ὁ Υἱός, σκέπη τό Πνεῦμα τό Ἅγιον.

Πιστεύομεν ὅτι οὐ παύσησθε εἰς τόν αἰῶνα προσευχόμενοι διά τήν Μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν. Τοῦτο μόνον, τέκνα ἐν Κυρίῳ ἀγαπητά καί περιπόθητα, ζητοῦμεν. Τάς προσευχάς ὑμῶν.