[Greek] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Icons
Byzantine music
Contact details

Home page
Home page

Ἀπαντητικόν Γράμμα τῆς Α. Σεβασμιότητος, τοῦ Μητροπολίτου Πάφου κ.κ. Χρυσοστόμου,
Τοποτηρητοῦ τοῦ Ἀρχιεπισκοπικοῦ Θρόνου Κύπρου, πρός τήν Α.Θ.Παναγιότητα, τόν Οἰκουμενικόν Πατριάρχην κ.κ. Βαρθολομαῖον, περί τῆς ἐκλογῆς τοῦ Θεοφιλ. Ἐπισκόπου Ἀμφιπόλεως κ. Βασιλείου(14/06/2006).

Back
Back

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ

Παναγιώτατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ρώμης καί Οἰκουμενικέ Πατριάρχα, λίαν ἡμῖν ἀγαπητέ καί περισπούδαστε ἀδελφέ καί συλλειτουργέ, κύριε Βαρθολομαῖε, τήν Ὑμετέραν γερασμιωτάτην Παναγιότητα ἀδελφικῶς ἐν Κυρίῳ κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.

Ἔχομεν εἰς χεῖρας τήν ἀπό 8ης μεσοῦντος μηνός Ἰουνίου ἐπιστολήν τῆς Ὑμετέρας γερασμιωτάτης Παναγιότητος, δι’ἧς Αὕτη πληροφορεῖ καί ἡμᾶς περί τῆς ἐκλογῆς τοῦ Θεοφιλεστάτου Ἐπισκόπου Ἀμφιπόλεως κ. Βασιλείου καί ἐντάξεως αὐτοῦ, τῇ αἰτήσει τοῦ Σεβασμιωτάτου Ἀρχιεπισκόπου Κομάνων κ. Γαβριήλ, εἰς τήν ὑπ’αὐτόν Πατριαρχικήν Ἐξαρχίαν τῶν ἐν τῇ Δυτικῇ Εὐρώπῃ Ὀρθοδόξων Παροικιῶν Ρωσικῆς Παραδόσεως.

Ἀναγνωρίζοντες καί ἡμεῖς ὅτι ἐν τῇ Διασπορᾷ ὑφίσταται σήμερον ἐκκλησιολογική ἀταξία καί ἀνωμαλία, εὐχόμεθα ὅπως αὕτη παύσῃ συντόμως, ἐφαρμοζομένων τῶν προνοιῶν τοῦ 28ου Κανόνος τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου.

Αἰτούμενοι δέ παρά Θεοῦ τά ἔτη τῆς Ὑμετέρας γερασμιωτάτης Παναγιότητος ὡς πλεῖστα ὑγιεινά καί γηθόσυνα, διατελοῦμεν,

Ἐν τῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κύπρου,
τῇ 14ῃ Ἰουνίου 2006

Τῆς Ὑμετέρας γερασμιωτάτης Παναγιότητος
ἀγαπητός καί ὁλοπρόθυμος ἐν Χριστῷ ἀδελφός

+ ὁ Πάφου Χρυσόστομος
Τοποτηρητής τοῦ Ἀρχιεπισκοπικοῦ Θρόνου Κύπρου