[Greek] Printer-friendly version
The Ecumenical Patriarch
The Ecumenical Patriarchate
Bishops of the Throne
List of Patriarchs
Other Orhodox Churches
Theological and various articles
Ecological activities
Youth ministry
Interchristian relations
Conferences
Photo gallery
Holy Monasteries and Churches
Creed
Icons
Byzantine music
Contact details

Home page
Home page

Ἀπαντητικόν Γράμμα τῆς Α.Θ.Μακαριότητος, τοῦ Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου Γ΄, πρός τήν Α.Θ.Παναγιότητα, τόν Οἰκουμενικόν Πατριάρχην κ.κ. Βαρθολομαῖον, περί τῆς ἐκλογῆς τοῦ Θεοφιλ. Ἐπισκόπου Ἀμφιπόλεως κ. Βασιλείου(09/06/2006).

Back
Back

Ἀριθμ. Πρωτ. 554

Παναγιώτατε καί Σεβασμιώτατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ρώμης καί Οἰκουμενικέ Πατριάρχα, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί ἐπιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς Ἡμῶν Μετριότητος Κύριε Βαρθολομαῖε. Τήν Ὑμετέραν περισπούδαστον Ἡμῖν Σεβασμίαν Παναγιότητα ἐν φιλήματι ἁγίῳ περιπτυσσόμενοι ὑπερήδιστα προσαγορεύομεν.

Ἀγάπῃ ἀδελφικῇ ἐκομισάμεθα καί ἐν τῇ ΙΑ’ Συνεδρία (09-06-2006) τῆς Ἁγίας καί Ἱερᾶς ἡμῶν Συνόδου ἀνέγνωμεν τά Πατριαρχικά Γράμματα τῆς λίαν πεφιλημένης Ἡμῖν Ὑμετέρας Γερασμιότητος, τά διαλαμβάνοντα περί τῆς ἐντάξεως εἰς τήν τοῦ σεπτοῦ Οἰκουμενικοῦ Θρόνου Ἱεραρχίαν τοῦ Θεοφιλεστάτου Ἐπισκόπου Sergievo κ. Βασιλείου ὡς Ἐπισκόπου τῆς πάλαι ποτέ διαλαμψάσης Ἐπισκοπῆς Ἀμφιπόλεως, ἐπί τῷ σκοπῷ τῆς διά τούτου ἐνισχύσεως τῶν Ὀρθοδόξων Παροικιῶν τῆς Ρωσσικῆς Παραδόσεως ἐν τῇ Δυτικῇ Εὐρώπῃ.

Καθηκόντως, τοίνυν, γνωρίζομεν τῇ Ὑμετέρᾳ Θειοτάτῃ Μακαριότητι, ὅτι ἀπό τοῦ νῦν τόν Θεοφιλέστατον Ἐπίσκοπον Ἀμφιπόλεως Βασίλειον φιλαδέλφως ὑποδεξόμεθα, ὡς κανονικόν τῆς Ὀρθοδόξου Ἐκκλησίας Ποιμένα δικαιοδοσίας τοῦ Οἰκουμενικοῦ Πατριαρχείου, ὁσάκις ἄν ἐπισκέπτηται τούς Ἁγίους Τόπους καί θέλῃ λειτουργεῖν ἐν τοῖς κατά τόπους σεπτοῖς προσκυνήμασι.

Ἐπί δέ τούτοις, τήν Ὑμετέραν πεπνυμένην, σεβασμιοπόθητόν τε Παναγιότητα ἀδελφοποθήτως κατασπαζόμενοι, εὐχόμεθα Αὐτῇ τά βέλτιστα ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου τοῦ Κυρίου ἡμῶν καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ,βς’ Ἰουνίου θ’.

Τῆς Ὑμετέρας Γερμασμιωτάτης Παναγιότητος
Ἀγαπητός ἐν Χριστῷ ἀδελφός,

ΘΕΟΦΙΛΟΣ Γ’
Πατριάρχης Ἱεροσολύμων