ΤΟ ΑΓΙΟΝ ΜΥΡΟΝ ΕΝ Τῌ ΟΡΘΟΔΟΞῼ ΑΝΑΤΟΛΙΚῌ ΕΚΚΛΗΣΙᾼ

Ὁ Οἰκ. Πατριάρχης μετὰ τῆς συνοδείας Αὐτοῦ ἐνῷ προσέρχεται εἰς τὸ Ἱερὸν Κουβούκλιον.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

Ἦχος πλ. δ´.
Ελογητς ε, Χριστ Θες μν, πανσόφους τος λιες ναδείξας, καταπέμψας ατος τ Πνεμα τ γιον, κα δι ατν τν οκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

- Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...      [  2΄ 00΄΄]
Ἀπολυτίκιον εἰς ἦχον πλ. δ´.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.
. κ. Βασίλειος Ἐμμανουηλίδης.
 
Ἦχος δ´.
ς τῶν Ἀποστόλων Πρωτόκλητος καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων, Ἀνδρέα, ἱκέτευε, εἰρήνην τῇ οἰκουμένη δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

- ς τῶν Ἀποστόλων Πρωτόκλητος...             [  0΄ 43΄΄]
Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἀνδρέου εἰς ἦχον δ´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Δόξα.
Ἦχος δ´.
ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

- ς τῶν αἰχμαλώτων ἐλευθερωτής...            0΄ 41΄΄]
Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἁγίου Γεωργίου εἰς ἦχον δ´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.
. κ. Δημοσθένης Παϊκόπουλος.
 
Καὶ νῦν.
Ἦχος πλ. β´. Κοντάκιον Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

- Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον...      [  0΄ 46΄΄]
Κοντάκιον αὐτόμελον εἰς ἦχον πλ. δ´.

Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.

Παναγία Πλαταιῶν Βλὰχ Σεράϊ - Πατριαρχικὸς Ναὸς ἀπὸ τὸ 1587 ἔως τὸ 1597.

ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ 

Ἦχος πλ. β´.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσίαν ἑσπερινήν.

- Κατευθυνθήτω ἡ προσευχή μου...                    [  2΄ 30΄΄]
Ἀντὶ Τρισαγίου εἰς τὴν Θείαν Λειτουργίαν τῶν Προηγιασμένων, εἰς ἦχον πλ. β´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.. κ. Δημοσθένης Παϊκόπουλος.
 
Ἦχος β´
Σήμερον ἀρχόμενοι, Κύριε, ἐπιτελεῖν τὸ ἱερὸν Μύρον, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα, δοξάζοντες δεόμεθα, ἁγιασθῆναι δι᾽ αὐτοῦ, τὰ αἰσθητήρια τῶν ψυχῶν ἡμῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ἀγαθὲ παντοδύναμε.
 
Ἦχος β´
Τὸ Ἱερὸν ἐπιτελοῦντες τοῦτο Μύρον, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάζοντα αὐτὸ καὶ τελειοποιοῦντα τῇ αὐτοτελεῖ σου χάριτι καὶ πάντας τοὺς δι᾽ αὐτοῦ χριομένους προσδεχόμενος, ἀναδεικνύεις κληρονόμους τῆς ἐπουρανίου σου βασιλείας· δι᾽ αὐτοῦ γὰρ προσγίγνεται τοῖς ἀνθρώποις ἄφεσις ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

- Τὸ ἱερὸν ἐπιτελοῦντες τοῦτο Μύρον...  [  1΄ 46΄΄]
Ἰδιόμελον στιχηρὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον β´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Δόξα καὶ νῦν.
Ἦχος β´
ἐπὶ τῶν κόλπων τῶν Πατρικῶν ἐπαναπαυόμενος λόγε Θεοῦ, κατάπεμψον τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος εἰς τὸ τελειοποιῆσαι καὶ ἁγιάσαι τὸ Μύρον τοῦτο, τὸ διὰ τοῦ θείου σου ὀνόματος ἐκτελούμενον, ὅπως οἱ δι᾽ αὐτοῦ χριόμενοι πάντες, καταξιωθῶσι γενέσθαι τέκνα Θεοῦ καὶ κληρονόμοι τῆς ἐπουρανίου σου Μακαριότητος.

- ἐπὶ τῶν κόλπων τῶν Πατρικῶν...  [  2΄ 48΄΄]
Ἰδιόμελον Δοξαστικὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον β´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Ἦχος πλ. δ´.
τε καταβς τς γλώσσας συνέχεε, διεμέριζεν θνη ψιστος· τε το πυρς τς γλώσσας διένειμεν, ες νότητα πάντας κάλεσε· κα συμφώνως δοξάζομεν τ Πανάγιον Πνεμα.

- Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε...  [  0΄ 54΄΄]
Κοντάκιον εἰς ἦχον πλ. δ.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.

Μονὴ τῆς Παμμακαρίστου - Πατριαρχικὸς Ναὸς ἀπὸ τὸ 1455 ἔως τὸ 1587.

ΜΕΓΑΛΗ ΤΡΙΤΗ 

Ἦχος πλ. β´.
Νῦν αἱ Δυνάμεις τῶν Οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης. Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα.

- Νῦν αἱ Δυνάμεις τῶν Οὐρανῶν...       [  4΄ 16΄΄]
Χερουβικὸν τῆς Θείας Λειτουργίας τῶν Προηγιασμένων, εἰς ἦχονπλ. β´.
Ψάλλει ὁ ἀείμνηστος Άρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. κὺρ Κωνσταντῖνος Πρίγγος.
 
Ἦχος α´
Σήμερον τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τὸ θειότατον καθαγιάζεται Μύρον, καὶ τὴν χάριν καὶ δύναμιν αὐτοῦ εἰσδέχεται. Τοῦτο οὗν καὶ ἡμεῖς χριόμενοι ἐπὶ τοῦ Βαπτισμοῦ, καὶ τὴν ἐξ αὐτοῦ χάριν καὶ δωρεὰν λαμβάνοντες, καὶ χριστοὶ Κυρίου γενόμενοι, Χριστιανοὶ καλούμεθα. Διὸ καὶ ὑπὲρ τῆς ἀπείρου ταύτης περὶ ἡμᾶς τοῦ Θεοῦ χρηστότητος, δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην.

- Σήμερον τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος...    1΄ 50΄΄]
Ἰδιόμελον στιχηρὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον α´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Ἦχος β´
Σήμερον τὸ ἐκ πλείστων εἰδῶν εὐόσμων συγκείμενον, καὶ συμβολικῶς παριστὰν τὸ πολυδύναμον, καὶ τὸ τῶν ἐνεργειῶν ποικίλον τε καὶ πολυειδὲς τῶν χαρισμάτων τοῦ Παναγίου καὶ ζωοποιοῦ Πνεύματος, καὶ τῆς αὐτοῦ καθαριότητος, εὔοσμον θεῖον Μύρον τετελεσιουργημένον πρόκειται, ζωὴν ἐμπνέον θείαν. Δίδοται οὖν αὐτὸ πᾶσι τοῖς βαπτιζομένοις πιστοῖς, καὶ σφραγὶς δωρεὰς καὶ Χριστοῦ σημεῖον.
 
Δόξα καὶ νῦν.
Ἦχος δ´
Σήμερον εὐλογούμενον καὶ ἁγιαζόμενον τὸ ἄχραντον Μύρον, τῶν χαρίτων τῆς εὐωδίας αὐτοῦ ἐμπίπλησι, καὶ τὸν ἁγιασμὸν παρέχει, καὶ τὰς δωρεὰς τοῦ Παναγίου καὶ Ζωοποιοῦ Πνεύματος. Χάρισμα πνευματικόν, ἁγιαστικὸν ψυχῶν καὶ σωμάτων, ἔλαιον ἀγαλλιάσεως καθίσταται πᾶσι τοῖς τὸ θεῖον λουτρὸν τοῦ Βαπτίσματος δεχομένοις. Τὸ οὐράνιον ἄρα Μύρον αὐτό, τὸ τὴν χάριν φέρον τοῦ Ἁγίου Πνεύματος, τελειοῖ τὸ βάπτισμα, καὶ τῆς Ὑπερουσίου Τριάδος ναοὺς ἡμᾶς πνευματικοὺς καὶ κεχαριτωμένους ἀπεργάζεται. Ὤ τῆς δυνάμεως, δι᾽ ἧς τὰ ἱερὰ σὺν τοῖς Ναοῖς χριόμενα, καθιεροῦνται θυσιαστήρια, καὶ πλήρη δόξῃς Θεοῦ καὶ ἁγιασμοῦ γίνεται. Ὤ τῆς μεγίστης εὐεργεσίας καὶ χάριτος, δι᾽ ἧς τοὺς γηίνους καὶ φθαρτοὺς ἡμᾶς, ἐπουρανίους καὶ ἀθανάτους ὑπέδειξε. Διὸ ὑψηγόρῳ φωνῇ, Οἰκτίρμον Τριάς, ἀνακηρύττομεν τὸ ἀμέτρητόν σου ἔλεος, ὁ ἐφ᾽ ἡμᾶς πλουσίως ἐξέχεας.

Ἱερὸς Ναὸς Ἁγίου Δημητρίου Ξυλοπόρτης (Κάναβη).
Πατριαρχικὸς Ναὸς ἀπὸ τὸ 1597 ἔως τὸ 1599.

ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ 

Ἦχος α´
Γεύσασθε καὶ ἴδετε, ὅτι Χριστὸς ὁ Κύριος. Ἀλληλούϊα.

- Γεύσασθε καὶ ἴδετε...              4΄ 15΄΄]
Κοινωνικὸν τῆς Θείας Λειτουργίας τῶν Προηγιασμένων, εἰς ἦχον α´.
Ψάλλει
ὁ ἀείμνηστος Άρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. κὺρ Θρασύβουλος Στανίτσας.
 
Ἦχος β´
Θεὲ προαιώνιε, Πάτερ παντοκράτορ, Υἱὲ μονογενές, ἀπαύγασμα τοῦ Πατρὸς καὶ Πνεῦμα συναΐδιον, ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, ἄναρχε Τριάς, μονὰς Τρισυπόστατε, καὶ ἀδιαίρετε φύσις, ἡ τὰ πάντα τελειοποιοῦσα καὶ ἁγιάζουσα, σὲ προσκυνοῦμεν, καὶ σοι εὐχαριστοῦμεν, ὅτι κατηξίωσας ἡμᾶς διὰ τῆς ἐπουρανίου σου χάριτος, τελειοποιῆσαι τὸ Μύρον τοῦτο, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ καύχημα πάντων τῶν ὀρθοδόξων.

- Θεὲ προαιώνιε, Πάτερ παντοκράτορ...              [  2΄ 30΄΄]
Ἰδιόμελον στιχηρὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον β´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.. κ. Δημοσθένης Παϊκόπουλος.

Ἐντοιχισμένα πιθάρια εἰς τὸ Μυροφυλάκιον τοῦ Ι. Ν. Ἁγίου Δημητρίου Ξυλοπόρτης (Κάναβη).

ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ 

Ἦχος βαρύς.
νωθεν οἱ προφῆται, .......
 

- νωθεν οἱ προφῆται...                                        [  9΄ 51΄΄]
Εἰς τὴν ἔνδυσιν τῶν Ἀρχιερέων. Ἦχος βαρύς.
Ψάλλει ὁ ἀείμνηστος Άρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. κὺρ Θρασύβουλος Στανίτσας.
 
Ἦχος α´
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, Ἱερέας τέλειοι, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας· ὁμοούσιε καὶ ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

- Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον                     [  1΄ 50΄΄]
Στιχηρὸν ἰδιόμελον τῆς Πεντηκοστῆς, εἰς ἦχον α´.
Ψάλλει ὁ ἀείμνηστος Άρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. κὺρ Κωνσταντῖνος Πρίγγος.
 
Ἦχος β´
ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν ἡ χάρις τοῦ Πνεύματός σου· σῦ εἰ Θεὸς πρῶτος, σῦ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰώνας σῦ εἰ ὁ Θεὸς ἡμῶν.

- ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν...              [  1΄ 12΄΄]
Στιχηρὸν ἰδιόμελον τῆς Πεντηκοστῆς, εἰς ἦχον β´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.
. κ. Δημοσθένης Παϊκόπουλος.
 
Ἦχος β´
ν τας αλας σου μνήσω Σε, τν Σωτρα το κόσμου, κα κλίνας γόνυ προσκυνήσω Σου τν ήττητον δύναμιν. ν σπέρ κα πρω κα μεσημβρί, κα ν παντὶ καιρ ελογήσω Σε, Κύριε.

- ν ταῖς αὐλαῖς σου ὑμνήσω Σε...         [  1΄ 12΄΄]
Στιχηρὸν ἰδιόμελον τῆς Πεντηκοστῆς, εἰς ἦχον β´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.. κ. Δημοσθένης Παϊκόπουλος.
 
Ἦχος β´
ν τας αλας Σου, Κύριε, ο πιστοί, τ γόνυ τς ψυχς κα το σώματος ποκλίναντες, νυμνομέν Σε, τν ναρχον Πατέρα κα τν Συνάναρχον Υόν, κα τ Συναδιον κα Πανάγιον Πνεμα, τ φωτίζον κα γιάζον τς ψυχς μν.

- ν ταῖς αὐλαῖς Σου, Κύριε...              [  1΄ 24΄΄]
Στιχηρὸν ἰδιόμελον τῆς Πεντηκοστῆς, εἰς ἦχον β´.
Ψάλλει ὁ τ. Ἄρχων Β῾ Δομέστικος τῆς Μ.τ.Χ.. κ. Δημοσθένης Παϊκόπουλος.
 
Ἦχος πλ. β´
Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημα σοι δώσω, καθάπερ ὁ Ἰούδας· λλ ς ληστς μολογ σοι· Μνήσθητί μου, Κύριε, ν τ βασιλεί σου.
 
Ἦχος β´
Ὅτε   ἐκ   τοῦ   ξύλου   σε   νεκρόν.
Πάτερ Παντοκράτορ ἀγαθέ, πέμψον οὐρανόθεν τὴν χάριν τοῦ ἀεννάου φωτὸς καὶ ἁγίασον δέομαι τὸ ἔλαιον τοῦτο, μύρον ἐνδεικνύμενος μεστῶν χαρίτων πολλῶν, τοῦ ἁγίου σου πνεύματος, παράσχου δὲ πᾶσι, δι᾽ αὐτοῦ τὴν ἄφεσιν καὶ ἱλασμὸν ψυχικόν, ἵνα καὶ ἡμεῖς ἐμπλησθέντες τῶν σῶν ἀκενώτων χαρίτων, μεγαλύνομέν σε Πολυέλεε.
 
Στίχ.  Ἰδοῦ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου.
Πέμψον ὦ Υἱὲ μονογενές, τὴν ἀκήρατον χάριν τῆς σῆς ἐλλάμψεως, ἐπὶ γῆς, καὶ χαρίτωσον, τὸ μύρον τὸ θεῖον, ἵνα ἁγιάζωνται δι᾽ αὐτοῦ ἅπαντες καὶ γενήσεται ἴαμα ψυχῶν καὶ σωμάτων, ἀπελαῦνον δαίμονας καὶ πᾶσαν βλάβην αὐτῶν, οἱ δὲ δι᾽ αὐτοῦ φωτισθέντες, ἄξιοι γενήσονται πάντες, υἱοθετηθῆναι θείᾳ χάριτι.
 
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Πνεῦμα τὸ Πανάγιον Θεοῦ, ἄναρχε ἀόρατε φύσις καὶ τῶν χαρίτων πηγή, σοῦ δεόμεθα ἅπαντες, κατάπεμψον ἤδη ἐπὶ τὸ προκείμενον τὴν θείαν χάριν σου, καὶ εὐλόγησον ἄνωθεν, τὸ μύρον τὸ θεῖον, ἐμπλέων ποιοῦν αὐτό, τῶν σῶν δυνάμεων, ἵνα δι᾽ αὐτοῦ ἀρυσθέντες, ἴασιν ψυχῶν καὶ σωμάτων, υἱοθετηθῶμεν τῇ σῇ χάριτι.
 
Στίχ.  Εὐλογῆσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
ναρχε ἀΐδιε Τριάς, Πάτερ Παντοκράτορ καὶ Λόγε, καὶ Πνεῦμα Ἅγιον, νεῦσον ταῖς δεήσεσι σῶν ἱκετῶν ἀγαθὲ καὶ κατάπεμψον ἄνωθεν, τὴν θείαν σου χάριν, ἐπὶ τὸ προκείμενον μύρον αὐγάζων αὐτό, ἵνα οἱ χριόμενοι πάντες, γένωνται δοχεῖα τῶν θείων καὶ ἐπουρανίων ἀπολαύσεων.
 
Δόξα καὶ νῦν.
Ἦχος δ´
Σήμερον τὸ θεῖον καὶ ἱερὸν μύρον τοῦτο, εὐλογούμενον καὶ ἁγιαζόμενον, τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, καὶ καθιστάμενον ἔμπλεων τῶν ἐπουρανίων δωρεῶν καὶ χαρίτων τῆς Ὁμοουσίου Τριάδος, ἀναδείκνυται νοσημάτων ἀλεξιτήριον, πλημμελημάτων καθαρτήριον καὶ δαιμόνων φυγαδευτήριον, παρέχει δὲ πᾶσι τοῖς χριομένοις αὐτὸ τὰς χάριτας καὶ δωρεὰς τοῦ Παναγίου Πνεύματος. Ἁγιάζει γὰρ τὰς ψυχὰς καὶ τὰ σώματα, ἀπεργαζόμενον πάντας υἱοὺς κατὰ χάριν Θεοῦ καὶ δοχεῖα καθαρὰ καὶ ἀμώμητα τῆς ὑπερουσίου Τριάδος· ὦ τῆς ἀπείρου δωρεᾶς καὶ χάριτος, δι᾽ ἧς ἡμεῖς οἱ γήϊνοι καὶ φθαρτοί, οὐράνιοι καὶ ἀθάνατοι γινόμεθα· ὅθεν ἅπαντες ὑψηγόρῳ φωνῇ ἀνακηρύττομεν τὸ ἄμετρον ἔλεος τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ, ὃ ἐφ᾽ ἡμᾶς πλουσίως ἐξέχεε.

- Σήμερον τὸ θεῖον...       5΄ 18΄΄]
Ἰδιόμελον Δοξαστικὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον δ´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.

 

Τὸ Μυροφυλάκειον μὲ τοὺς Μεγαρικοὺς πίθους καὶ τοὺς ἀργυροὺς ἀμφορεῖς κατὰ τὰς ἀρχὰς τοῦ κ´αἰῶνος.

Ἦχος πλ. α´
ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν...

- ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν...   [  6΄ 46΄΄]
Στίχοι ἐκ τοῦ Πολυελέου "Λόγον Ἀγαθόν", εἰς ἦχον πλ. α´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Ἦχος πλ. δ´
Πολυχρόνιον ποιῆσαι Κύριος ὁ Θεός...

***

Ἦχος β´.  
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Στῶμεν μετὰ φόβου καὶ χαρᾶς, στῶμεν οἱ πιστοὶ μετὰ πόθου ἐν  ταῖς αὐλαῖς τοῦ Θεοῦ, σήμερον μυστήριον ἐπιτελεῖται σεπτὸν· τὸ γὰρ μύρον τοῦ χρίσματος, σφραγὶς χαρισμάτων, πίστει ἁγιάζεται ἀρχιερέων χερσί. Δῶμεν τῷ Θεῷ ἡμῶν δόξαν, τέκνα γὰρ ἐργάζεται χρίων, ἔλαιον ἡμᾶς ἀγαλλιάσεως.

- Στῶμεν μετὰ φόβου καὶ χαρᾶς...              [  1΄ 07΄΄]
Προσόμοιον στιχηρὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον β´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Στίχ.  Ἰδοῦ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου.
Δῆμος ἱερέων εὐλαβῶν, τοῦ πιστοῦ λαοῦ προεστῶτες, ἐν πόλει ζῶντος Θεοῦ, τρόμῳ τὸ μυστήριον προευτρεπίσατε, καὶ ψυχὰς ἐκκαθάραντες, ἁγνίσαντες χεῖρας, μύρου τὸ ἀλάβαστρον ἀμφιπολεῖτε πιστῶς· νῦν γὰρ καὶ χορὸς Ἀποστόλων, χεῖρας σὺν ἡμῖν ἐπιθεῖναι, θεαρχίῳ νεύματι παρέστηκε.

- Δῆμος ἱερέων εὐλαβῶν...            [  1΄ 07΄΄]
Προσόμοιον στιχηρὸν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον β´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.
 
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Χαῖρε ἡ ἀμίαντος Θεοῦ νύμφη, τὸ δοθὲν γάρ σοι πνεῦμα κράζον ἀββὰ ὁ πατήρ, Μύρῳ ἐγκαινίζεται ἐν τοῖς ἐγκάτοις σου, ἡ σφραγὶς ἀναλλοίωτος, ἡ χάρις προάγει, μέσος σοι παρέστηκεν, ὁ Βασιλεύς σου Χριστός, ἴδοις οὖν υἱοὺς τῶν υἱῶν σου, ἔνδον τῆς αὐτοῦ βασιλείας, Μύρον εὐωδίας ἀναπνέοντας.
 
Δόξα καὶ νν.
Ἦχος πλ. β´
Σήμερον τῆς χάριτος εὐλογεῖται τὸ Μύρον, καὶ βροτοὶ τὸ βάπτισμα Χριστοῦ λαβότες ἁγιάζονται τῷ Πνεύματι, καὶ χάριν εἰσδέχονται τὴν τῆς υἱοθεσίας ὀσφραίνονται ἄνωθεν οὐρανῶν αἱ δυνάμεις, φρίττει τὸ ἄρωμα βελίαρ, καὶ τὸ σύμβολον τρέμει. Ἡμεῖς δὲ τὰς ψυχὰς λαμπρυνθέντες ἀναμέλπομεν πίστει· Εὐλογητὸς ὁ Θεὸς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

- Σήμερον τῆς χάριτος...              3΄ 42΄΄]
Ἰδιόμελον Δοξαστικόν Ἀκολουθιῶν τοῦ Ἁγίου Μύρου, εἰς ἦχον πλ. β´.
Ψάλλει ὁ Πρωτοψάλτης κ. Γρηγόριος Νταραβάνογλου.

Αρχική Σελίς Ὄπισθεν
Πίσω
Περιεχόμενα