ΤΟ ΑΓΙΟΝ ΜΥΡΟΝ ΕΝ Τῌ ΟΡΘΟΔΟΞῼ ΑΝΑΤΟΛΙΚῌ ΕΚΚΛΗΣΙᾼ

Ἡ Δέησις μὲ τόν Χριστὸν καὶ τὴν Θεομήτορα πλαισιωμένους ἀπὸ τὸν Ἰωάννην τὸν Πρόδρομον καὶ τοὺς Ἀγγέλους,
καθὼς ἐπίσης καὶ τὸ φαρμακεῖον μὲ τὰ ἱάματα καὶ τὰ ἔλαια. (Ἔργον Νικολάου Μυρεψοῦ).
 

Ἀνέκδοτος «Διάταξις ἐπὶ τῆς κατασκευῆς του ἁγίου Μύρου» τοῦ ἔτους 1865.

γιον Μύρον ηὐλογήθη ἐπίσης ἐν τῷ Οἰκ. Πατριαρχείῳ κατὰ τὸ ἔτος 1865. «Ἐπειδὴ ἕνεκεν τῆς ἐλαττώσεως τοῦ Ἁγίου Μύρου ἐθεωρήθη ἐπανάγκες ὅπως κατασκευασθῇ νέον Ἅγιον Μύρον κατὰ τὴν προσεχῆ Ἁγίαν Τεσσαρακοστήν, ἐγκριθέντος ὅπως κατασκευασθῇ τοῦτο δαπάνη τοῦ Ἐθνικοῦ Ταμείου, ἀνετέθη εἰς τὴν φροντίδα τοῦ Σεβ. Ἁγίου Βελισσοῦ ἣ τε εὕρεσις τοῦ καταλλήλου Μυρεψοῦ καὶ ἡ μετ᾽ αὐτοῦ προπαρασκευὴ τῶν πρὸς τοῦτο εἰδῶν». Δία τῶν ὡς ἄνω περιληπτικῶν ἐκφράσεων καταχωρίζεται ἐν τοῖς Διοικητικοῖς Πρακτικοῖς τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου τοῦ Οἰκουμενικοῦ Πατριαρχείου, ἡ ὑπ᾽ αὐτῆς ἐπὶ Πατριάρχου Σωφρονίου τοῦ Γ´ τοῦ ἀπὸ Ἀμασείας (1863 - 1866) ληφθεῖσα ἀπόφασις περὶ παρασκευῆς καὶ καθαγιασμοῦ τοῦ Ἁγίου Μύρου κατὰ τὸ σωτήριον ἔτος 1865.
ντως κατὰ τὴν ληφθεῖσαν ἀπόφασιν «κατεσκευάσθη μετὰ τῆς νενομισμένης ἐκκλησιαστικῆς τάξεως ἐν τοῖς Πατριαρχείοις τὸ Ἱερὸν Μύρον ὑπὸ τοῦ Πατριάρχου Σωφρονίου τοῦ Γ´ κατὰ τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην τοῦ 1865».
κατὰ τὴν παρασκευὴν καὶ τὸν καθαγιασμὸν τοῦ Ἁγίου Μύρου κατὰ τὸ ἔτος τοῦτο τηρηθεῖσα «Διάταξις ἐπὶ τῆς κατασκευῆς τοῦ Ἁγίου Μύρου», διεσώθη ἐν τῷ Πατριαρχικῷ Ἀρχειοφυλακιῳ, κατὰ τὰ ὑπὸ τοῦ Πατριάρχου Κωνσταντίου τοῦ Α´ ἐν τῷ Δηλωτικῷ αὐτοῦ ἐγγράφῳ ἀναφερόμενα, ἐν ἰδιαιτέρῳ «ἐνσφραγίστῳ μετ᾽ ἐπιγραφῆς φακέλλῳ».

 

Τὸ Πατριαρχικὸν Μυροφυλάκιον.

διάταξις αὕτη, ἐπὶ τῆς παρασκευῆς καὶ τοῦ καθαγιασμοῦ τοῦ Ἁγίου Μύρου, τὸ πρῶτον ὑφ᾽ ἡμῶν, ἐνταῦθα, δημοσιευομένη, ἔχει ἐν τοῖς ὡς ἕπεται:
Διάταξις τῆς ἱερᾶς Ἀκολουθίας τῆς τελεσθείσης εἰς τὴν κατασκευὴν τοῦ Ἁγίου Μύρου ἐπὶ τῶν εὐκλεῶν ἡμέρων τοῦ Παναγιωτάτου καὶ Σεβασμιωτάτου ἡμῶν Αὐθέντου καὶ Δεσπότου, τοῦ Οἰκουμενικοῦ Πατριάρχου Κυρίου Κυρίου Σωφρονίου, τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ, τῇ α' Ἀπριλίου τοῦ αωξε´ σωτηρίου ἔτους. Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Δευτέρᾳ τὸ πρωΐ μετὰ τὴν Προηγιασμένην ἀπέρχεται ὁ Πατριάρχης μετὰ τῆς Ἱερᾶς Συνόδου καὶ μετὰ τοῦ Κλήρου εἰς τὸν περὶ ἑψήσεως τοῦ Ἁγίου Μύρου διατεταγμένον τόπον καὶ περιβαλλόμενος ἐπιτραχήλιον καὶ ὠμοφόριον ἐκφωνεῖ τὸ, Εὐλογητὸς ὁ Θεός..., μετὰ δὲ τὸ Βασιλεῦ Οὐράνιε..., καὶ τὸ Τρισάγιον, λέγει ὁ Πατριάρχης τὸ Ὅτι σοῦ ἐστιν ἡ βασιλεία..., καὶ ἀκολούθως οἱ ψάλται ψάλλουσι τὸ Ἀπολυτίκιον καὶ τὸ Κοντάκιον τῆς Πεντηκοστῆς, ἤτοι Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεός..., δίς, καὶ τὸ Ὅτε καταβὰς..., ἅπαξ. Ἔπειτα δὲ τὰ ἑξῆς τροπάρια. 

Ἦχος β´
(ὡς  ἐν τῇ  Διατάξει Σήμερον  ἀρχόμενοι  Κύριε κ.τ.λ. . τοῦ 1856).
Τὸ  ἱερὸν  ἐκτελοῦντες τοῦτο  Μύρον...,  κ.τ.λ. . . . (ὡς  ἐν  τῇ Διατάξει τοῦ  1856).
Δόξα καὶ νῦν.
Ἦχος ὁ αυτός.
  ἐπὶ τῶν κόλπων  τῶν πατρικῶν... κ.τ.λ. . . .   (ὡς ἐν τῇ Διατάξει τοῦ 1856).

Ψαλλομένων δὲ τῶν ἀνωτέρω ὁ Πατριάρχης θυμιᾷ τοὺς λέβητας, ἐν οἷς ἑψηθήσεται τὸ Ἱερὸν Μύρον καὶ ἐγχέας αὐτοῖς ἔλαιον, εὐλογεῖ τῇ χειρί· Τὸ δὲ λοιπὸν ἔλαιον ἐγχεῖται παρὰ τῶν ὑπηρετῶν. Ὑπανάψας δὲ τὸ πῦρ πρῶτος ὁ Πατριάρχης ποιεῖ ἀπόλυσιν, ἐπιλέγων, Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν, καὶ ἔπειτα ἀνέρχονται εἰς τὸν Πατριαρχικὸν Οἶκον.
Τὸ δὲ διαληφθὲν ἔλαιον ἑψεῖται παρὰ Μυρεψοῦ, εἰδότος καλῶς τὴν τέχνην, μετὰ πολλῆς καὶ μεγίστης προσοχῆς καὶ εὐλαβείας, ἀδιακόπως μέχρι τῆς Μεγάλης Τετάρτης. Τῇ δὲ Μεγάλῃ Τετάρτῃ, φθασάσης τῆς ἑψήσεως τοῦ ἐλαίου πρὸς τὸ τέλος, παραγίνεται αὖθις ὁ Πατριάρχης, καὶ εὐλόγησας τὰ ἀρώματα, ἐμβάλλει αὐτὰ εἰς τὸ ἔλαιον.
Μετὰ ταῦτα δὲ δοθείσης τῆς εἰδήσεως παρὰ τοῦ Μυρεψοῦ τῇ αὐτῇ Μεγάλῃ Τετάρτῃ, ὅτι ἑψήθη ἐντελῶς σὺν Θεῷ τὸ Μύρον, παραγίνεται ὁ Πρωτοψάλτης μετὰ τῶν περὶ αὐτόν, καὶ ἐπὶ παρουσία τοῦ Πατριάρχου, ἵσταται πλησίον τῶν λεβήτων καὶ ψάλλει τὸ παρὸν τροπάριον μετὰ μέλους καὶ κατανύξεως. 

Ἦχος β´
Θεὲ προαιώνιε, Πάτερ Παντοκράτορ..., κ.τ.λ. . . .
(ὡς ἐν τῇ Διατάξει τοῦ   1856).
Μετὰ δὲ τὸ τέλος λέγει ὁ κανονάρχης μεγάλη τῇ φωνῇ τοὺς στίχους:
 
Στίχ. Ἰδοὺ δὴ τί καλὸν ἤ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ.
Ὁ δὲ ψάλτης ψάλλει, (ἢ κάλλιον ὁ Πατριάρχης)
χάρις τοῦ ἀνάρχου Πατρὸς εἴη μετὰ σοῦ Μύρον θεῖον.
 
Στίχ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών.
χάρις τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ εἴη μετὰ σοῦ Μύρον θεῖον.
 
Στίχ. Τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ, ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν.
χάρις τοῦ Παναγίου καὶ Τελεταρχικοῦ πνεύματος εἴη μετὰ σοῦ Μύρον θεῖον.

Μετὰ ταῦτα εὐφημᾶται ὁ Πατριάρχης καὶ ἀνέρχεται εἰς τὰ Πατριαρχεῖα.
Τῇ δὲ ἐπαύριον, ἤτοι τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ ἀπὸ πρωΐας, πληροῦνται ἐκ τοῦ ἑψημένου Μύρου δύο ἀλάβαστρα, ἅτινα καὶ δι᾽ ἱεροῦ καλύμματος σκεπασθέντα, φέρονται καὶ τίθενται ἐπὶ τῆς ἁγίας Τραπέζης τῆς Παμμακάριστου.
Τελουμένης δὲ τῆς Θείας Λειτουργίας παρὰ τοῦ Πατριάρχου μετὰ τῆς Ἱερᾶς Συνόδου, ἐν τῇ μεγάλῃ εἰσόδῳ προπορεύονται τὰ ἀλάβαστρα τῶν τιμίων Δώρων, βασταζόμενα παρὰ τε τοῦ Μεγάλου Ἀρχιμανδρίτου καὶ τοῦ Συγκέλλου, ἐκ δεξιῶν δὲ καὶ ἐξ ἀριστερῶν αὐτῶν, συμπορεύονται ἓξ Διάκονοι, καὶ κατέχοντες εἰς χεῖρας ἐξαπτέρυγα, ἐπισκιάζουσι τὰ τοῦ Μύρου ἀλάβαστρα, τιμὴν αὐτοῖς νέμοντες. Φθασάντων δὲ ἐνώπιον τῶν ἁγίων θυρῶν ἐξέρχεται ὁ Πατριάρχης, καὶ λαμβάνει ἀμφότερα τὰ ἀλάβαστρα πρὸ τῶν τιμίων Δώρων, καὶ τίθησιν αὐτὰ ἐπὶ τῇ ἁγίᾳ Τραπέζῃ ἐξ ἀριστερῶν τοῦ Ἱεροῦ Δισκαρίου, εἶτα δὲ δέχεται καὶ τὰ τίμια Δῶρα, ὡς συνήθως.

Ἱερεῖς ἔμπροσθεν τοῦ τέμπλου τοῦ πανσέπτου Πατριαρχικοῦ Ναοῦ
μὲ τοὺς ἀμφορεῖς πλήρεις μύρου.

Μετὰ δὲ τὸ εὐλογῆσαι καὶ τελειοποιῆσαι τὰ Ἅγια, καὶ μετὰ τὸ εἰπεῖν, Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ..., πρὸ τοῦ εἰπεῖν τὸν Διάκονον, Πάντων τῶν ἁγίων μνημονεύσαντες..., σιωπῆς γενομένης, καὶ τοῦ Ἀρχιδιακόνου ἐκφωνήσαντος τὸ Πρόσχωμεν, ἀνέρχεται ὁ Πατριάρχης εἰς τὴν κρηπῖδα τῆς ἁγίας Τραπέζης καὶ ἀποκαλύψας τὰ ἀλάβαστρα, σφραγίζει τὸ Μύρον τρὶς ἐπιλέγων Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν, καὶ μετὰ τὸ σφραγῖσαι κατέρχεται καὶ κλίνας τὴν κεφαλήν, ἀναγινώσκει τὴν ἀκόλουθον εὐχὴν :

Κύριε τοῦ ἐλέους, . . .    (ὡς ἐν τῷ Βαρβερινῷ κώδικι)
Εἶτα   ἀμέσως : Εἰρήνη   πᾶσι.
Ὁ δὲ Διάκονος Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Καὶ   ὁ    Πατριάρχης   εὔχεται :
Σοὶ τῷ Θεῷ τῶν ὅλων καὶ βασιλεῖ . . . (ὡς ἐν τῷ Βαρβερινῷ κώδικι)

ναγινωσκομένων τῶν ἀνωτέρου εὐχῶν οἱ ψάλται ἔξωθεν ψάλλουσι τὰ ἑξῆς Τροπάρια : 

Ἦχος β´.
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Στῶμεν μετὰ φόβου καὶ χαρᾶς, στῶμεν οἱ πιστοὶ μετὰ πόθου ἐν  ταῖς αὐλαῖς τοῦ Θεοῦ, σήμερον μυστήριον ἐπιτελεῖται σεπτὸν· τὸ γὰρ μύρον τοῦ χρίσματος, σφραγὶς χαρισμάτων, πίστει ἁγιάζεται ἀρχιερέων χερσί. Δῶμεν τῷ Θεῷ ἡμῶν δόξαν, τέκνα γὰρ ἐργάζεται χρίων, ἔλαιον ἡμᾶς ἀγαλλιάσεως.
 
Στίχ.  Ἰδοῦ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου.
Δῆμος ἱερέων εὐλαβῶν, τοῦ πιστοῦ λαοῦ προεστῶτες, ἐν πόλει ζῶντος Θεοῦ, τρόμῳ τὸ μυστήριον προευτρεπίσατε, καὶ ψυχὰς ἐκκαθάραντες, ἁγνίσαντες χεῖρας, μύρου τὸ ἀλάβαστρον ἀμφιπολεῖτε πιστῶς· νῦν γὰρ καὶ χορὸς Ἀποστόλων, χεῖρας σὺν ἡμῖν ἐπιθεῖναι, θεαρχίῳ νεύματι παρέστηκε.
 
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Χαῖρε ἡ ἀμίαντος Θεοῦ νύμφη, τὸ δοθὲν γάρ σοι πνεῦμα κράζον ἀββὰ ὁ πατήρ, Μύρῳ ἐγκαινίζεται ἐν τοῖς ἐγκάτοις σου, ἡ σφραγὶς ἀναλλοίωτος, ἡ χάρις προάγει, μέσος σοι παρέστηκεν, ὁ Βασιλεύς σου Χριστός, ἴδοις οὖν υἱοὺς τῶν υἱῶν σου, ἔνδον τῆς αὐτοῦ βασιλείας, Μύρον εὐωδίας ἀναπνέοντας.
 
Δόξα καὶ νῦν.
Ἦχος πλ. β´
Σήμερον τῆς χάριτος εὐλογεῖται τὸ Μύρον, καὶ βροτοὶ τὸ βάπτισμα Χριστοῦ λαβόντες ἁγιάζονται τῷ Πνεύματι, καὶ χάριν εἰσδέχονται τὴν τῆς υἱοθεσίας ὀσφραίνονται ἄνωθεν οὐρανῶν αἱ δυνάμεις, φρίττει τὸ ἄρωμα βελίαρ, καὶ τὸ σύμβολον τρέμει. Ἡμεῖς δὲ τὰς ψυχὰς λαμπρυνθέντες ἀναμέλπομεν πίστει· Εὐλογητὸς ὁ Θεὸς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν εὐχῶν καὶ τῶν τροπαρίων, σφραγίσας ὁ Πατριάρχης αὖθις τρὶς τὸ Ἅγιον Μύρον, καλύπτει τὰ ἀλάβαστρα καὶ εὐλογεῖ τὸν λαὸν διὰ τοῦ τρικηρίου. Καὶ εὐθὺς ὁ Διάκονος λέγει : Πάντων τῶν ἁγίων μνημονεύσαντες...
Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς Θείας Λειτουργίας, λαμβάνει ὁ Πατριάρχης ἀπὸ τῆς Ἁγίας Τραπέζης, τὰ ἀλάβαστρα, καὶ φέρων δίδωσιν αὐτὰ εἰς δύο τῶν συλλειτουργῶν Ἀρχιερέων, οἵτινες μέσον τοῦ Ἱεροῦ Ναοῦ πορευόμενοι, μετὰ ἑξαπτερύγων κρατουμένων ὑπὸ ἓξ Διακόνων, προπορευομένων τῶν ψαλτῶν καὶ ψαλλόντων τὰ ἑξῆς τροπάρια: 

Ἦχος α´
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, Ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας· ὁμοούσιε καὶ ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.
 
Ἦχος β´
ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰώνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

ἐξέρχονται  τοῦ   Ναοῦ,   καὶ   φθάσαντες   ὅπου   ἐναπόκεινται   οἱ λέβητες ἐγχέουσιν αὐτοῖς τὸ ἐν τοῖς ἀλαβάστροις τετελεσμένον καὶ ἡγιασμένον θεῖον καὶ ἱερὸν Μύρον καὶ οὕτω ἁγιάζεται, ἅπαν τὸ Μύρον. Τέλος καὶ τῷ Θεῷ δόξα.
Διάταξις αὕτη ἐν τῷ τέλει αὐτῆς  ὑπογράφεται   ἰδιοχείρως   ὑπ᾽ αὐτοῦ τοῦ Πατριάρχου Σωφρονίου (Σωφρόνιος, Πατριάρχης Κων/πόλεως). Τῆς Διατάξεως ταύτης ἕπεται «Κατάλογος τῶν εἰδῶν τῶν ἀρωμάτων, ἐξ ὧν συντίθεται τὸ Ἅγιον Μύρον», ἐπικεκυρωμένος ὑπὸ τοῦ αὐτοῦ Πατριάρχου μετὰ τῆς λέξεως, κατὰ τὴν ἐν προκειμένῳ ἐν τοῖς Πατριαρχείοις κρατοῦσαν τάξιν, «ἀποφαίνεται».

Ὁ Σεβ. Μητροπολίτης Σουηδίας
ΠΑΥΛΟΣ

Αρχική Σελίς Ὄπισθεν
Πίσω
Περιεχόμενα