ΤΟ ΑΓΙΟΝ ΜΥΡΟΝ ΕΝ Τῌ ΟΡΘΟΔΟΞῼ ΑΝΑΤΟΛΙΚῌ ΕΚΚΛΗΣΙᾼ

Ἡ ἀνάγλυφος ἱστορικὴ εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου τῆς "Ἐλπίδος τῶν ἀπηλπισμένων".

Ἀνέκδοτος «Διάταξις τῆς Ἱερᾶς Ἀκολουθίας τῆς γινομένης εἰς τὴν ἔψησιν τοῦ Ἁγίου Μύρου» τοῦ ἔτους 1856.

Μετὰ τὸ ἔτος 1833, ἐν τῷ Οἰκουμενικῷ Πατριαρχείῳ ηὐλογήθη καὶ αὖθις Ἅγιον Μύρον, κατὰ τὸ 1856. «... Ἐπειδή, τὸ πρὸ εἰκοσιτριῶν ἤδη ἐτῶν κατασκευασθὲν Ἅγιον Μύρον, διὰ τὴν ἄφθονον χρῆσιν δαπανηθέν, ἐγγίζει ἐν τῷ τελειοῦσθαι . . . καὶ τῆς ἀνάγκης μὴ ἐπιδεχομένης, ὡς εἱκός, μήτε παρόρασιν, μήτε ἀναβολήν, ἐνεκρίθη συνοδικῇ ἀποφάσῃ, ἵνα κατασκευασθῇ ἐκ νέου Ἅγιον Μύρον, καὶ διωρίσθη ἐπὶ τούτῳ Ἐπιτροπή, συγκειμένη ὑπὸ δύω ἐκ τῶν ἐνδημούντων συναδέλφων Ἁγίων Ἀρχιερέων καὶ δύω ἐκ τῶν προκρίτων τοῦ Γένους ἡμῶν λαϊκῶν, ὅπως ἀναλάβῃ τὴν ἐπιστασίαν τοῦ θεοφιλοῦς ἔργου, καὶ φροντίσῃ τῆς εὑρεσεως τῶν ἀπαιτουμένων καὶ ὡρισμένων εἰδῶν καὶ προπαρασκευάσῃ πάντα ἐγκαίρως, ἵνα ὦσιν ἕτοιμα κατὰ τὴν ἡμέραν τῆς ἐψήσεως αὐτοῦ, ἤτοι, κατὰ τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην τοῦ προσεχοὺς αωνς´ σωτηρίου ἔτους, καθὰ ὥρισται κανονικῶς γίνεσθαι τὴν ἱερὰν ταύτην τελετήν, ἱερουργοῦντος τοῦ Οἰκουμενικοῦ Πατριάρχου καὶ τῶν ἐνδημούντων Ἁγίων Ἀρχιερέων καὶ πάσης τῆς Ἀκολουθίας τοῦ ἁγίου Μύρου ψαλλομένης κατὰ τὴν Ἐκκλησιαστικὴν διατύπωσιν . . .», ἔγραφεν ἐν τῇ ἀπὸ 20ης Ἰουλίου 1855 Ἐγκυκλίῳ αὐτοῦ ἐπιστολῇ, τῇ ἀπευθυνθείσῃ πρὸς τοὺς Ἁγίους Ἀρχιερεῖς τοῦ κλίματος τοῦ Οἰκουμενικοῦ Θρόνου, ὁ Πατριάρχης Ἄνθιμος ὁ ΣΤ´, ὁ ἀπὸ Ἐφέσου, κατὰ τὴν δευτέραν Πατριαρχείαν αὐτοῦ (1853 - 1855).
Πατριάρχης ἌνθιμοςΣΤ, καίτοι τὴν ἀπαιτουμένην προετοιμασίαν διὰ τὴν παρασκευὴν καὶ εὐλογίαν τοῦ γίου Μύρου προνοητικῶς προέβλεψε καὶ ἐγκαίρως ἐνήργησε τὰ δέοντα, ἐν τούτοις δὲν ἠξιώθη τῆς ἰδιαιτέρας ταύτης τιμῆς καὶ προνομίας ὅπως καθαγίασῃ τὸ Ἅγιον Μύρον, ἀπομακρυνθεὶς τοῦ Θρόνου «ὑψηλῷ ἐγγράφῳ κελεύσματι περιέχοντι καὶ τὰς αἰτίας τῆς ἀπὸ τῶν Πατριαρχικῶν πραγμάτων παύσεως αὐτοῦ» καὶ ὑποβάλων, κατὰ συνέπειαν, τὴν παραίτησιν αὐτοῦ.
τιμὴ αὕτη καὶ εὐλογία Θεοῦ  ἐπεφυλάχθη εἰς τὸν διαδεξάμενον αὐτὸν ἐν τῷ Πανιέρῳ Οἰκουμενικῷ Θρόνῳ Κύριλλον τὸν Ζ´, τὸν ἀπὸ Ἀμασείας (1855 - 1860). Οὗτος κατὰ τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην τοῦ ἔτους 1856, ηὐλόγησε τὸ Ἅγιον Μύρον καὶ προέστη πασῶν τῶν σχετικῶν Ἱερῶν Ἀκολουθιῶν κατὰ τὴν ὡς κάτωθι δημοσιευθησομένην «Διάταξιν τῆς Ἱερᾶς Ἀκολουθίας τῆς γινομένης εἰς τὴν ἕψησιν τοῦ Ἅγίου Μύρου». Ἡ Ἀκολουθία αὕτη εὕρηται ἐν τῷ Πατριαρχικῷ Ἀρχειοφυλακίῳ ἐντὸς ἐνσφραγίστου φακέλλου, συμφώνως πρὸς τὰ ὑπὸ τοῦ Πατριάρχου Κωνσταντίου τοῦ Α´ ἐν τῷ μνησθέντι «Δηλωτικῷ ἐγγράφῳ» αὐτοῦ διαλαμβανόμενα, φέροντος τὴν ἑξῆς ἐπιγραφήν: «Ὁ παρὼν πλίκος περιέχει τὴν Ἀκολουθίαν, τὸ Ὑπόμνημα καὶ τὸν λογαριασμὸν τῶν ἐξόδων τοῦ Ἁγίου Μύρου, κατασκευασθέντος ἐν τοῖς Πατριαρχείοις τῷ ἐνεστῶτι 1856 σωτηρίῳ ἔτει, ἐπὶ τῆς εὐκλεοῦς Πατριαρχείας τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου Κυρίου Κυρίου Κυρίλλου».
Διάταξις αὕτη, τὸ πρῶτον ὑφ᾽ ἡμῶν δημοσιευομένη, ἔχει οὕτως: «Διάταξις τῆς Ἱερᾶς Ἀκολουθίας τῆς γινομένης εἰς τὴν ἕψησιν τοῦ Ἁγίου Μύρου».

Μεγάλη Πέμπτη - Τὸ Παρεκκλήσιον τοῦ Ἁγίου Ἀνδρέου μὲ τοὺς ἀργυροὺς ἀμφορεῖς καὶ τὰ ἄμφια τοῦ Οἰκ. Πατριάρχου. (1982)

Τῇ Ἁγίᾳ καὶ Μεγάλη Δευτέρᾳ τὸ πρωΐ, μετὰ τὴν Προηγιασμένην, ἀπέρχεται ὁ Πατριάρχης μετὰ τῆς Ἱερᾶς Συνόδου καὶ μετὰ τοῦ Κλήρου εἰς τὸν περὶ ἑψήσεως τοῦ Ἁγίου Μύρου διατεταγμένον τόπον, καὶ περιβαλλόμενος ἐπιτραχήλιον καὶ ὠμοφόριον, ἐκφωνεῖ τὸ: Εὐλογητὸς ὁ Θεός..., μετὰ δὲ τὸ : Βασιλεῦ οὐράνιε... καὶ τὸ Τρισάγιον, λέγει ὁ Πατριάρχης τὸ Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... καὶ ἀκολούθως οἱ ψάλται ψάλλουσι τὸ Ἀπολυτίκιον καὶ τὸ Κοντάκιον τῆς Πεντηκοστῆς, ἤτοι Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεός.., δίς, καὶ τὸ Ὅτε καταβάς..., ἅπαξ. Ἔπειτα δὲ τὰ ἑξῆς τροπάρια. 

Ἦχος β´

Σήμερον ἀρχόμενοι, Κύριε, ἐπιτελεῖν τὸ ἱερὸν Μύρον, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα, δοξάζοντες δεόμεθα, ἁγιασθῆναι δι᾽ αὐτοῦ, τὰ αἰσθητήρια τῶν ψυχῶν ἡμῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ἀγαθὲ παντοδύναμε. 

Ἦχος β´

Τὸ Ἱερὸν ἐπιτελοῦντες τοῦτο Μύρον, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάζοντα αὐτὸ καὶ τελειοποιοῦντα τῇ αὐτοτελεῖ σου χάριτι καὶ πάντας τοὺς δι᾽ αὐτοῦ χριομένους προσδεχόμενος, ἀναδεικνύεις κληρονόμους τῆς ἐπουρανίου σου βασιλείας· δι᾽ αὐτοῦ γὰρ προσγίγνεται τοῖς ἀνθρώποις ἄφεσις ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Δόξα καὶ νῦν.

Ἦχος β´

ἐπὶ τῶν κόλπων τῶν Πατρικῶν ἐπαναπαυόμενος λόγε Θεοῦ, κατάπεμψον τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος εἰς τὸ τελειοποιῆσαι καὶ ἁγιάσαι τὸ Μύρον τοῦτο, τὸ διὰ τοῦ θείου σου ὀνόματος ἐκτελούμενον, ὅπως οἱ δι᾽ αὐτοῦ χριόμενοι πάντες, καταξιωθῶσι γενέσθαι τέκνα Θεοῦ καὶ κληρονόμοι τῆς ἐπουρανίου σου Μακαριότητος.

Ψαλλομένων δὲ τῶν ἀνωτέρω ὁ Πατριάρχης θυμιᾷ τοὺς λέβητας, ἐν οἷς ἑψηθήσεται τὸ Ἱερὸν Μύρον καὶ ἐγχέας αὐτοῖς ἔλαιον, εὐλογεῖ τῇ χειρί· Τὸ δὲ λοιπὸν ἔλαιον ἐγχεῖται παρὰ τῶν ὑπηρετῶν. Ὑπανάψας δὲ τὸ πῦρ πρῶτος ὁ Πατριάρχης ποιεῖ ἀπόλυσιν, ἐπιλέγων, Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν..., καὶ ἔπειτα ἀνέρχονται εἰς τὸν Πατριαρχικὸν Οἶκον.
Τὸ δὲ διαληφθὲν ἔλαιον ἑψεῖται παρὰ Μυρεψοῦ, εἰδότος καλῶς τὴν τέχνην, μετὰ πολλῆς καὶ μεγίστης προσοχῆς καὶ εὐλαβείας, ἀδιακόπως μέχρι τῆς Μεγάλης Τετάρτης. Τῇ δὲ Μεγάλῃ Τετάρτῃ, φθασάσης τῆς ἑψήσεως τοῦ ἐλαίου πρὸς τὸ τέλος, παραγίνεται αὖθις ὁ Πατριάρχης, καὶ εὐλόγησας τὰ ἀρώματα, ἐμβάλλει αὐτὰ εἰς τὸ ἔλαιον.
Μετὰ ταῦτα δὲ δοθείσης τῆς εἰδήσεως παρὰ τοῦ Μυρεψοῦ τῇ αὐτῇ Μεγάλῃ Τετάρτῃ, ὅτι ἑψήθη ἐντελῶς σὺν Θεῷ τὸ Μύρον, παραγίνεται ὁ Πρωτοψάλτης μετὰ τῶν περὶ αὐτόν, καὶ ἐπὶ παρουσία τοῦ Πατριάρχου, ἵσταται πλησίον τῶν λεβήτων καὶ ψάλλει τὸ παρὸν τροπάριον μετὰ μέλους καὶ κατανύξεως.
 

Ἦχος β´

Θεὲ προαιώνιε, Πάτερ παντοκράτορ, Υἱὲ μονογενές, ἀπαύγασμα τοῦ Πατρὸς καὶ Πνεῦμα συναΐδιον, ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, ἄναρχε Τριάς, μονὰς Τρισυπόστατε, καὶ ἀδιαίρετε φύσις, ἡ τὰ πάντα τελειοποιοῦσα καὶ ἁγιάζουσα, σὲ προσκυνοῦμεν, καὶ σο εὐχαριστοῦμεν, ὅτι κατηξίωσας ἡμᾶς διὰ τῆς ἐπουρανίου σου χάριτος, τελειοποιῆσαι τὸ Μύρον τοῦτο, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ καύχημα πάντων τῶν ὀρθοδόξων. 

Μετὰ δὲ τὸ τέλος λέγει ὁ κανονάρχης μεγάλη τῇ φωνῇ τοὺς στίχους:

Στίχ. Ἰδοὺ δὴ τί καλὸν ἤ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
Ὁ δὲ ψάλτης ψάλλει, (ἢ κάλλιον ὁ Πατριάρχης)
χάρις τοῦ ἀνάρχου Πατρὸς εἴη μετὰ σοῦ Μύρον θεῖον.
Στίχ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών.
χάρις τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ εἴη μετὰ σοῦ Μύρον θεῖον.
 
Στίχ. Τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ, ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν.
χάρις τοῦ Παναγίου καὶ Τελεταρχικοῦ πνεύματος εἴη μετὰ σοῦ Μύρον θεῖον.

Μετὰ ταῦτα εὐφημᾶται ὁ Πατριάρχης καὶ ἀνέρχεται εἰς τὰ Πατριαρχεῖα.
Τῇ δὲ ἐπαύριον, ἤτοι τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ ἀπὸ πρωΐας, πληροῦνται ἐκ τοῦ ἑψημένου Μύρου δύο ἀλάβαστρα, ἅτινα καὶ δι᾽ ἱεροῦ καλύμματος σκεπασθέντα, φέρονται καὶ τίθενται ἐπὶ τῆς ἁγίας Τραπέζης τῆς Παμμακάριστου.
Τελουμένης δὲ τῆς Θείας Λειτουργίας παρὰ τοῦ Πατριάρχου μετὰ τῆς Ἱερᾶς Συνόδου, ἐν τῇ μεγάλῃ εἰσόδῳ προπορεύονται τὰ ἀλάβαστρα τῶν τιμίων Δώρων, βασταζόμενα παρὰ τε τοῦ Μεγάλου Ἀρχιμανδρίτου καὶ τοῦ Συγκέλλου, ἐκ δεξιῶν δὲ καὶ ἐξ ἀριστερῶν αὐτῶν, συμπορεύονται ἓξ Διάκονοι, καὶ κατέχοντες εἰς χεῖρας ἐξαπτέρυγα, ἐπισκιάζουσι τὰ τοῦ Μύρου ἀλάβαστρα, τιμὴν αὐτοῖς νέμοντες. Φθασάντων δὲ ἐνώπιον τῶν ἁγίων θυρῶν ἐξέρχεται ὁ Πατριάρχης, καὶ λαμβάνει ἀμφότερα τὰ ἀλάβαστρα πρὸ τῶν τιμίων Δώρων, καὶ τίθησιν αὐτὰ ἐπὶ τῇ ἁγίᾳ Τραπέζῃ ἐξ ἀριστερῶν τοῦ Ἱεροῦ Δισκαρίου, εἶτα δὲ δέχεται καὶ τὰ τίμια Δῶρα, ὡς συνήθως.

Τὸ ἐρμάριο μὲ τὰ εὐγενῆ αἰθέρια ἔλαια καὶ τὰ ἀπαραίτητα ὑλικὰ ποὺ θὰ χρησιμοποιηθοῦν κατὰ τὴν παρασκευὴν τοῦ Ἁγίου Μύρου.

Μετὰ δὲ τὸ εὐλογῆσαι καὶ τελειοποιῆσαι τὰ Ἅγια, καὶ μετὰ τὸ εἰπεῖν, Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ..., πρὸ τοῦ εἰπεῖν τὸν Διάκονον, Πάντων τῶν ἁγίων μνημονεύσαντες..., σιωπῆς γενομένης, καὶ τοῦ Ἀρχιδιακόνου ἐκφωνήσαντος τὸ Πρόσχωμεν, ἀνέρχεται ὁ Πατριάρχης εἰς τὴν κρηπῖδα τῆς ἁγίας Τραπέζης καὶ ἀποκαλύψας τὰ ἀλάβαστρα, σφραγίζει τὸ Μύρον τρὶς ἐπιλέγων Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν, καὶ μετὰ τὸ σφραγῖσαι κατέρχεται καὶ κλίνας τὴν κεφαλήν, ἀναγινώσκει τὴν ἀκόλουθον εὐχὴν :

Κύριε τοῦ ἐλέους, . . .    (ὡς ἐν τῷ Βαρβερινῷ κώδικι)
Εἶτα   ἀμέσως : Εἰρήνη   πᾶσι.
Ὁ δὲ Διάκονος Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Καὶ   ὁ    Πατριάρχης   εὔχεται :
Σοὶ τῷ Θεῷ τῶν ὅλων καὶ βασιλεῖ . . . (ὡς ἐν τῷ Βαρβερινῷ κώδικι)

ναγινωσκομένων τῶν ἀνωτέρου εὐχῶν οἱ ψάλται ἔξωθεν ψάλλουσι τὰ ἑξῆς Τροπάρια : 

Ἦχος β´
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάτερ Παντοκράτορ ἀγαθέ, πέμψον οὐρανόθεν τὴν χάριν τοῦ ἀεννάου φωτὸς καὶ ἁγίασον δέομαι τὸ ἔλαιον τοῦτο, μύρον ἐνδεικνύμενος μεστῶν χαρίτων πολλῶν, τοῦ ἁγίου σου πνεύματος, παράσχου δὲ πᾶσι, δι᾽ αὐτοῦ τὴν ἄφεσιν καὶ ἱλασμὸν ψυχικόν, ἵνα καὶ ἡμεῖς ἐμπλησθέντες τῶν σῶν ἀκενώτων χαρίτων, μεγαλύνομέν σε Πολυέλεε.
 
Στίχ.  Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Πέμψον ὦ Υἱὲ μονογενές, τὴν ἀκήρατον χάριν τῆς σῆς ἐλλάμψεως, ἐπὶ γῆς, καὶ χαρίτωσον, τὸ μύρον τὸ θεῖον, ἵνα ἁγιάζωνται δι᾽ αὐτοῦ ἅπαντες καὶ γενήσεται ἴαμα ψυχῶν καὶ σωμάτων, ἀπελαῦνον δαίμονας καὶ πᾶσαν βλάβην αὐτῶν, οἱ δὲ δι᾽ αὐτοῦ φωτισθέντες, ἄξιοι γενήσονται πάντες, υἱοθετηθῆναι θείᾳ χάριτι.
 
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Πνεῦμα τὸ Πανάγιον Θεοῦ, ἄναρχε ἀόρατε φύσις καὶ τῶν χαρίτων πηγή, σοῦ δεόμεθα ἅπαντες, κατάπεμψον ἤδη ἐπὶ τὸ προκείμενον τὴν θείαν χάριν σου, καὶ εὐλόγησον ἄνωθεν, τὸ μύρον τὸ θεῖον, ἐμπλέων ποιοῦν αὐτό, τῶν σῶν δυνάμεων, ἵνα δι᾽ αὐτοῦ ἀρυσθέντες, ἴασιν ψυχῶν καὶ σωμάτων, υἱοθετηθῶμεν τῇ σῇ χάριτι.
 
Στίχ.  Εὐλογῆσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
ναρχε ἀΐδιε Τριάς, Πάτερ Παντοκράτορ καὶ Λόγε, καὶ Πνεῦμα Ἅγιον, νεῦσον ταῖς δεήσεσι σῶν ἱκετῶν ἀγαθὲ καὶ κατάπεμψον ἄνωθεν, τὴν θείαν σου χάριν, ἐπὶ τὸ προκείμενον μύρον αὐγάζων αὐτό, ἵνα οἱ χριόμενοι πάντες, γένωνται δοχεῖα τῶν θείων καὶ ἐπουρανίων ἀπολαύσεων.

Δόξα καὶ νῦν.
Ἦχος δ´
Σήμερον τὸ θεῖον καὶ ἱερὸν μύρον τοῦτο, εὐλογούμενον καὶ ἁγιαζόμενον, τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, καὶ καθιστάμενον ἔμπλεων τῶν ἐπουρανίων δωρεῶν καὶ χαρίτων τῆς Ὁμοουσίου Τριάδος, ἀναδείκνυται νοσημάτων ἀλεξιτήριον, πλημμελημάτων καθαρτήριον καὶ δαιμόνων φυγαδευτήριον, παρέχει δὲ πᾶσι τοῖς χριομένοις αὐτὸ τὰς χάριτας καὶ δωρεὰς τοῦ Παναγίου Πνεύματος. Ἁγιάζει γὰρ τὰς ψυχὰς καὶ τὰ σώματα, ἀπεργαζόμενον πάντας υἱοὺς κατὰ χάριν Θεοῦ καὶ δοχεῖα καθαρὰ καὶ ἀμώμητα τῆς ὑπερουσίου Τριάδος· ὦ τῆς ἀπείρου δωρεᾶς καὶ χάριτος, δι᾽ ἧς ἡμεῖς οἱ γήϊνοι καὶ φθαρτοί, οὐράνιοι καὶ ἀθάνατοι γινόμεθα· ὅθεν ἅπαντες ὑψηγόρῳ φωνῇ ἀνακηρύττομεν τὸ ἄμετρον ἔλεος τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ, ὃ ἐφ᾽ ἡμᾶς πλουσίως ἐξέχεε.

Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν εὐχῶν καὶ τῶν τροπαρίων, σφραγίσας ὁ Πατριάρχης αὖθις τρὶς τὸ Ἅγιον Μύρον, καλύπτει τὰ ἀλάβαστρα καὶ εὐλογεῖ τὸν λαὸν διὰ τοῦ τρικηρίου. Καὶ εὐθὺς ὁ Διάκονος λέγει : Πάντων τῶν ἁγίων μνημονεύσαντες...
Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς Θείας Λειτουργίας, λαμβάνει ὁ Πατριάρχης ἀπὸ τῆς Ἁγίας Τραπέζης, τὰ ἀλάβαστρα, καὶ φέρων δίδωσιν αὐτὰ εἰς δύο τῶν συλλειτουργῶν Ἀρχιερέων, οἵτινες μέσον τοῦ Ἱεροῦ Ναοῦ πορευόμενοι, μετὰ ἑξαπτερύγων κρατουμένων ὑπὸ ἓξ Διακόνων, προπορευομένων τῶν ψαλτῶν καὶ ψαλλόντων τὰ ἑξῆς τροπάρια : 

Ἦχος α´
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, Ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας· ὁμοούσιε καὶ ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.
 
Ἦχος β´
ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰώνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

ἐξέρχονται  τοῦ   Ναοῦ,   καὶ   φθάσαντες   ὅπου   ἐναπόκεινται   οἱ λέβητες ἐγχέουσιν αὐτοῖς τὸ ἐν τοῖς ἀλαβάστροις τετελεσμένον καὶ ἡγιασμένον θεῖον καὶ ἱερὸν Μύρον καὶ οὕτω ἁγιάζεται, ἅπαν τὸ Μύρον.

Τέλος καὶ τῷ Θεῷ δόξα.

Τῆς Διατάξεως ταύτης ἕπεται «Κατάλογος τῶν εἰδῶν τῶν ἀρωμάτων, ἐξ ὧν συντίθεται τὸ ἅγιον Μύρον», καὶ ἐν τέλει ἡ θύμησις ὅτι αὐτὴ «ἐγράφη κατὰ τὸ σωτήριον ἔτος 1856, κατὰ μῆνα Ἰανουάριον».
Κατ᾽ αὐτὴν ταύτην τὴν ἡμέραν τοῦ καθαγιασμοῦ τοῦ γίου Μύρου ἐν τοῖς Πατριαρχείοις διενηργήθη ἡ κατάστρωσις Πατριαρχικοῦ καὶ Συνοδικοῦ Ὑπομνήματος, «εἰς ἔνδειξιν καὶ παράστασιν μόνιμον τῆς τοῦ ἁγίου τούτου δώρου καθαγιάσεως καὶ τελεσιουργίας». Τὸ Ὑπόμνημα τοῦτο, παραμεῖναν ἀνέκδοτον ἄχρι τοῦδε καὶ μὴ ὑπάρχον κατακεχωρισμένον ἔν τινι τῶν ἐν τῷ Πατριαρχικῷ Ἀρχειοφυλακιῳ Κωδίκων, ἔχον δὲ ἰδιαιτέραν σημασίαν, καθ᾽ ἑαυτὸ καὶ διὰ τὸ περιεχόμενον αὐτοῦ, μεταφέρομεν ὡς ἔχει ἐνταῦθα, δι᾽ οὗ καὶ κατακλείομεν καὶ τὰ ἀφορῶντα εἰς τὴν παρασκευὴν καὶ τὸν γενόμενον καθαγιασμὸν τοῦ γίου Μύρου ἐπὶ Πατριάρχου Κυρίλλου τοῦ ΣΤ´ κατὰ τὸ ἔτος 1856 ἐν τοῖς Πατριαρχείοις.
«Πηγὴ ἀκένωτος οὖσα δωρεῶν καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύματος ἡ Ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία, πάντων μὲν τῶν σεπτῶν Μυστηρίων τῆς ἁγίας καὶ ὑπερανθρώπου χάριτος τὴν ἀπόλαυσιν ἀφθόνως προχέει καὶ ἐπιδαψιλεύεται τοῖς πιστοῖς, ἀλληλοδιαδόχῳ κηδεμονίᾳ εἰς γενεὰς γενεῶν παραπέμπουσα. Τῆς δὲ τοῦ θείου Μύρου δωρεᾶς καὶ πρὸς τὰ ἁπανταχοῦ πνευματικὰ αὐτῆς τέκνα μετοχετεύσεως ἰδίαν καὶ ἄμεσον κεκλήρωται τὴν πρόνοιαν, ἀρχαιοτάτ
διατυπώσει νενομισμένην, καὶ αὐτῇ μόνῃ ὡς κοινῇ πνευματικ Μητρὶ καθιερωμένην, διὰ τὴν τοῦ θείου πάντως μυστηρίου ὑπερτάτην ἀξίαν τε καὶ μεγαλειότητα. Τοῦτο γὰρ τοὺς αὐτῷ χριομένους, οἵα σφραγὶς τῆς τοῦ Παναγίου Πνεύματος δωρεᾶς, τῇ οὐρανίῳ αὐτοῦ περιβάλλει δυνάμει καὶ χάριτι εἰς διηνεκῆ παρὰ πάντα τὸν βίον αὐτῶν ἐνίσχυσιν καὶ συντήρησιν. Ἐφ᾽ ᾧ καὶ ἤδη ἣν ἀνέκαθεν παρέλαβε πρόνοιαν ὑπὲρ τοῦ ἁγίου καὶ χαριτοβρύτου Μύρου, ὡς ἱερὰν παρακαταθήκην ἀκραιφνῶς φυλάττουσα, ἵνα δηλαδὴ ὑπ᾽ αὐτῆς ἀεὶ κατασκευαζόμενον καὶ καθαγιαζόμενον διανέμηται δωρεὰν εἰς πνευματικὴν χρῆσιν, κἀντεῦθεν ὀφείλουσα κήδεσθαι καὶ ἐπαγρυπνεῖν, ὅπως μηδέποτε ἐκκενῶται, ἄλλα τῷ χρόνῳ δαπανηθὲν καὶ ἐν ἐλλείψει καταστὰν ἀναπληρῶται διὰ κατασκευῆς ἑτέρου, ὥστε διὰ παντὸς ἐπαρκὲς καὶ πρόχειρον εἶναι, αἰτουμένοις καὶ χρῄζουσι τοῖς τῶν Ὀρθοδόξων Ἐκκλησιῶν καὶ Ἐπαρχιῶν προϊσταμένοις.
Ἐπειδὴ τοιαύτη ἐφ᾽ ἡμῶν πνευματικὴ ἀνάγκη προέκυψε διὰ τὸ ἐκλιπεῖν σχεδὸν καὶ τελειωθῆναι τὸ πρὸ εἰκοσιτριῶν χρόνων, ἐπὶ τῆς Πατριαρχείας τοῦ Παναγιωτάτου καὶ Σεβασμιωτάτου Προκατόχου ἡμῶν κυρίου Κωνσταντίου τοῦ Α´ κατασκευασθὲν Ἅγιον Μύρον, ἡ Μετριότης ἡμῶν μετὰ τῶν περὶ αὐτὴν ἁγίων συναδέλφων, σεβασμίων Γερόντων καὶ τῶν λοιπῶν ἐνδημούντων Ἀρχιερέων πᾶσαν τὴν ὀφειλομένην ἀνελάβομεν φροντίδα καὶ σύντονον πρόνοιαν ὑπὲρ τῆς Ἱερᾶς ταύτης ὑποθέσεως.
Προμηθεύσαντες γὰρ πρὸ ἱκανοῦ καὶ προβλεψάμενοι ἐγκαίρως τὰ διάφορα καὶ ποικίλα εἴδη καὶ ἀρώματα, ἐξ ὧν ἡ τοῦ Μυστηρίου ὕλη σύγκειται, κατὰ τὴν κανονικὴν τῆς τελεσιουργίας αὐτοῦ διατύπωσιν, καθὰ διέγραπται, σήμερον τῇ Ἁγίᾳ καὶ Μεγάλη Πέμπτη, ἱερουργήσαντες μετὰ τῆς Ἱερᾶς Συνόδου τῶν ἁγίων Ἀρχιερέων ἐν τῷ καθ᾽ ἡμᾶς Πανσέπτῳ Πατριαρχικῷ Ναῷ μετὰ πάσης τῆς Πατριαρχικῆς λαμπρότητος ἐξετελέσαμεν τὰ τῆς τοῦ ἁγίου τούτου δώρου καθαγιάσεως καὶ τελεσιουργίας νενομισμένα, πλήθους ὀρθοδόξου λαοῦ ἐν ἀγαλλιάσει πνευματικῇ συρρεύσαντος, καὶ οὕτω ἐτελειώθη σὺν Θεῷ καὶ ἐπεραιώθη τὸ θεῖον τοῦτο καὶ Ἅγιον Μύρον.

Διὸ καὶ τὸ παρὸν ἡμέτερον Πατριαρχικὸν καὶ Συνοδικὸν ἐγένετο Ὑπόμνημα εἰς ἔνδειξιν καὶ παράστασιν μόνιμον.
Ἐν ἔτει σωτηρίῳ αωνς´, Ἀπριλίου μηνὸς ιβ´, τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ.

Κύριλλος,  Πατριάρχης Κωνσταντινουπόλεως, ἀποφαίνεται.

Ὁ Ἐφέσου Παΐσιος
Ὁ Ἡρακλείας Πανάρετος
Ὁ Κυζίκου Ἰωακεὶμ
Ὁ Νικομηδείας Διονύσιος
Ὁ Χαλκηδόνος Γεράσιμος
Ὁ Δέρκων Γεράσιμος
Ὁ Πρόεδρος  Διδυμοτείχου  Μελέτιος
(Ἕπονται  τρεῖς  ὑπογραφαὶ  δυσανάγνωστοι)».
Ὁ Σεβ. Μητροπολίτης Σουηδίας
ΠΑΥΛΟΣ

Αρχική Σελίς Ὄπισθεν
Πίσω
Περιεχόμενα