ΕΥΧΗ ΑΝΑΚΟΜΙΔΗΣ

Κύριε Δέσποτα Παντοκράτορ, ὁ ἐν Τριάδι προσκυνούμενος καὶ ἐν ἁγίοις δοξαζόμενος Θεὸς ἡμῶν, ὁ τὴν Ἐκκλησίαν σου κατακοσμήσας ἐν τῷ πλούτῳ τῆς ἀκτίστου Χάριτός σου· ὁ διὰ τοῦ Πρωτοκλήτου ἀποστόλου σου Ἀνδρέου πηξάμενος καὶ ταύτην τὴν ἐκλογάδα σου, ἣν τῷ Οἰκουμενικῷ Θρόνῳ ἐτίμησας καὶ τὴν φιλαδέλφῳ ἰσότητι πρωτοκαθεδρίαν ἐν ταῖς Ἐκκλησίαις σου ἐχαρίσω· ὁ ἐπὶ γῆς ὡς θεοφεγγεῖς φωστῆρας θεμελιώσας τοὺς κατὰ πνεῦμα Πατέρας ἡμῶν, δέξαι, ἱκετεύομεν, τῶν ταπεινῶν καὶ ἀναξίων δούλων σου ταύτην τὴν ἱερὰν καὶ φαιδροπάροχον ἡμέραν τὰς ἐν ἀφάτῳ εὐγνωμοσύνῃ εὐχαριστίας ἐπὶ τῇ γενομένῃ ἐπανακομιδῇ ἐκ Ρώμης τῶν ἱερῶν λειψάνων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν φωστήρων καὶ Διδασκάλων Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπων τῆς θεομεγαλύντου καὶ Βασιλευούσης Πόλεως ταύτης.

Σὺ Κύριε, διὰ τῆς σαρκώσεως τοῦ Θεοῦ Λόγου ἐτίμησας τὴν φθαρτὴν φύσιν ἡμῶν καὶ διὰ τῆς ἐνδόξου Ἀναλήψεως ἐθέωσας τὸ ταπεινὸν ἡμῶν πρόσλημμα, διδάξας ἡμῖν, ὅτι ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος Πνεύματος, ὅπερ διὰ τοῦ θείου Βαπτίσματος ἕκαστος ἐλάβομεν. Ὅθεν καὶ τὰ τίμια λείψανα τῶν παντοειδῶν Ἁγίων σου, ὡς σκηνώματα πλήρη ἀνεκφοιτήτου Χάριτος τοῦ Παναγίου Πνεύματος τιμῶντες, τοῖς τῶν ἁγίων Πατέρων ἡμῶν διδάγμασιν ἐπακολουθοῦντες, δοξάζομέν σε τὸν φιλάνθρωπον χορηγὸν τοῦ σωτηριώδους ἁγιασμοῦ ἐν Χριστῷ Ἰησοῦ.

Κλίνοντες δὲ γόνυ εὐγνωμοσύνης καὶ εὐχαριστίας πρὸ τούτων τῶν τιμίων λαρνάκων τῶν Ἁγίων προκατόχων ἡμῶν ἱκετεύομεν καὶ βοῶμέν σοι ὅλῃ ψυχῇ καὶ διανοίᾳ.

Ἐπίβλεψον, Κύριε, ἐξ οὐρανοῦ καὶ ἴδε καὶ στήριξον καὶ ἐνίσχυσον τὴν ἄμπελον ταύτην τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως, ἣν διὰ μὲν τοῦ ἁγίου ἀποστόλου σου Ἀνδρέου τοῦ Πρωτοκλήτου ἐφύτευσας, διὰ δὲ τῶν πνευματορρύτων διδασκαλιῶν καὶ τῆς ποιμαντορικῆς ἐκδαπανήσεως τῶν ἁγίων Ἱεραρχῶν Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, πρὸς τοῖς ἄλλοις ἀρχιποίμεσιν, ἐπότισας καὶ μεγάλως ηὔξησας. Νῦν δὲ ἐν θλίψεσι ταπεινουμένην καὶ πειρασμοῖς σταυρικοῖς κυκλουμένην, ταῖς ἀηττήτοις πρεσβείαις τῶν μετ’ αἰώνων πολλῶν ἀπουσίαν ἐπανελθόντων σωματικῶς σήμερον ὧδε ἁγίων Ποιμεναρχῶν Αὐτῆς γλύκανον τῷ ἐνθαρρυντικῷ λόγῳ σου· Τέκνα θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Νύμφης μου Ἐκκλησίας.

Δίδου οὖν, Παναγία Τριάς, ἀναφαίρετον ἡμῖν τὸν ἁγιασμόν σου, ὅπως φανῶμεν ἅγια τέκνα καὶ μιμηταὶ τῶν ἁγιωτάτων Πατέρων τούτων, καὶ πλήρωσον ἡμᾶς φωτισμοῦ τοῦ Ἁγίου σου Πνεύματος, ὅπως ὡς υἱοὶ φωτὸς καὶ ἡμέρας κληρονομήσωμεν τὴν ἐπουράνιον βασιλείαν σου καὶ δοξάσωμεν μετὰ τῆς Ὑπερμάχου Στρατηγοῦ Κυρίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σου τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.


Ἄποψις τῶν Ἱερῶν Λειψάνων ἐκ τοῦ σύνεγγυς, ἐντός τῶν ὑαλίνων κιβωτιδίων, τά ὁποῖα ἐμπεριέχονται εἰς τάς ἀλαβαστρίνους λειψανοθήκας.

Αρχική Σελίς Ὄπισθεν
Ὄπισθεν
Περιεχόμενα