Ἐπὶ τῇ Ἀνακομιδῇ τῶν Ἱερῶν Λειψάνων αὐτῶν ἐκ Ρώμης εἰς Κωνσταντινούπολιν (27 Νοεμβρίου 2004)

Ἀπολυτίκιον Ἁγίου Γρηγορίου τοῦ Θεολόγου
Ποίημα Μητροπολίτου Πέργης Εὐαγγέλου Γαλάνη

«Τὸν τάφον σου Σωτήρ... » ἦχος α΄

Ὁ μύστης τοῦ Θεοῦ καὶ δογμάτων ὁ κῆρυξ
Γρηγόριος ὁ νοῦς, θεολογίας τὸ κλέος,
Ἰδοὺ παραγίγνεται, ὡς παρήγορον Σκήνωμα,
συμπολίτης γάρ, ἀπὸ αἰώνων ὑπάρχων
καὶ φθεγγόμενος, πρὸ τοῦ ἰδίου Συνθρόνου,
ὡς θεῖον θησαύρισμα.

Ἀπολυτίκιον Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ποίημα Μητροπολίτου Πέργης Εὐαγγέλου Γαλάνη.

«Τῇ Ὑπερμάχῳ Στρατηγῷ... » ἦχος πλ. δ΄

Ἐπανευφραίνεται λαμπρῶς ἡ Ἐκκλησία,
ἐπὶ τῇ ἥξει τοῦ σεπτοῦ Σου Λειψάνου,
εἰς τὴν Πόλιν ἣν ἀξίως ἐποίμανας·
καὶ δοξάζει, τὸν οὐράνιον Δοτῆρα,
Ἰωάννη Πάτερ Χρυσόστομε,
ἀνακράζουσα, ἰδοὺ ὁ θρόνος Σου, Ἅγιε.

Ἀπολυτίκια

Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

Ὁ ποιμενικός αὐλός τῆς θεολογίας σου, τὰς τῶν ρητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἡ τοῦ στόματός σου καθάπερ πυρσός ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυρούς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Αρχική Σελίς Ὄπισθεν
Ὄπισθεν
Περιεχόμενα